§39.4.1ὅτι μετὰ τὴν κατάστασιν τῶν δέκα, ἣν ἐποιήσαντο ἐν τῇ Ἀχαΐᾳ, οὗτοι οἱ δέκα τῷ ταμίᾳ τῷ μέλλοντι πωλεῖν τὴν οὐσίαν τοῦ Διαίου συνέταξαν, ὅ,τι ποτʼ ἂν ἐκλέξασθαι βουληθῇ τῶν ὑπαρχόντων ὁ Πολύβιος, ὑφελόντα καὶ δόντα δωρεάν, τἄλλα πωλεῖν τοῖς ὠνουμένοις.
十位使节在亚该亚建立战后秩序之后,这十人命令负责卖掉迪亚乌斯财产的财务官,无论波利比乌斯想从这些遗物中挑选出什么,都将其扣除并无偿赠送给他,而把其余的财产卖给购买者。
§39.4.2ὁ δὲ προειρημένος τοσοῦτον ἀπέσχε τοῦ προσδέξασθαί τι τῶν τοιούτων ὡς καὶ τοὺς φίλους παρεκάλεσε καθόλου μηθενὸς ἐπιθυμῆσαι τῶν ὑπὸ τοῦ ταμίου πωλουμένων.
然而,前述的波利比乌斯不仅绝不接受任何此类事物,甚至还奉劝朋友们绝不要觊觎任何由财务官所出售的财产。
§39.4.3συνέβαινε γὰρ τοῦτον ἐπιπορευόμενον τὰς πόλεις πάντων τῶν τῷ Διαίῳ κοινωνησάντων πωλεῖν τὰς οὐσίας, τῶν καὶ κατακριθέντων, ὅσοι μὴ παῖδας ἢ γονέας εἶχον.
因为当时该财务官正巡回各城市,售卖所有与迪亚乌斯同流合污者的财产,即在那些被定罪的人当中,凡是没有子女或父母的人的财产。
§39.4.4ὧν τινὲς μὲν οὐ προσέσχον, οἱ δὲ κατακολουθήσαντες τῇ συμβουλίᾳ καλλίστην δόξαν ἐξηνέγκαντο παρὰ τοῖς πολίταις.
在朋友中,有些人对此不予理会,而那些听从其建议的人,则在公民中赢得了极高的名望。