§39.3.1ὅτι διὰ τὴν προϋπάρχουσαν τοῦ πλήθους πρὸς Φιλοποίμενα εὔνοιαν οὐ καθεῖλον τὰς εἰκόνας αὐτοῦ ἐν πόλεσί τισιν οὔσας· οὕτως μοι δοκεῖ πᾶν τὸ γινόμενον ἀληθινῶς ἐνεργάζεσθαί τινα δυσεξάλειπτον εὔνοιαν τοῖς εὖ παθοῦσι.
由于民众先前对菲洛皮门怀有的好意,他们没有拆毁他在某些城市里的肖像;因此在我看来,凡是真切发生的事情,都会在受惠者心中产生某种难以磨灭的好意。
—
διὸ καὶ δικαίως ἂν εἴποι τις τὸ περιφερόμενον, §39.3.2οὐ θύρᾳ, τὸ δὴ λεγόμενον, ἀλλʼ ἀμφόδῳ διέψευσται.
因此,人们也可以公正地引用那句流传的话: “正如俗话所说,他失算并非在门户之间,而是在街道之上。
— §39.3.3οὐσῶν δὲ πολλῶν μὲν εἰκόνων αὐτοῦ μεγάλων δὲ τιμῶν, ἃς αἱ πόλεις ἐψηφίσαντο, Ῥωμαῖος ἀνὴρ ἐν τοῖς περὶ Κόρινθον ἀτυχήμασι τῆς Ἑλλάδος ἐπεχείρησεν ἀνελεῖν ἁπάσας καὶ διώκειν αὐτόν, ἐνδεικνύμενος ὥσπερ ἔτι ζῶντα Ῥωμαίοις πολέμιον καὶ κακόνουν γενέσθαι.
” 尽管他有许多肖像,以及各城市通过决议授予的伟大荣誉,但在希腊发生科林斯周边的灾难时,一个罗马人却企图将它们全部移除并控告他,以此表明他仿佛还活着一般,曾是罗马人的敌人且怀有恶意。
λόγων δὲ λεχθέντων καὶ Πολυβίου πρὸς τὸν συκοφάντην ἀντειπόντος, οὔθʼ ὁ Μόμμιος οὔτε οἱ πρέσβεις ὑπέμειναν ἀνδρὸς ἐνδόξου τιμὰς ἀφανίσαι.
但在双方进行辩论、波利比乌斯对该诬告者予以反驳之后,无论是穆米乌斯还是使节们,都不忍心消除一位名人的荣誉。
— §39.3.4ἐπεβάλετο διδάσκειν διὰ πλειόνων ἀκολούθως τοῖς ἐν ἀρχαῖς ἡμῖν εἰρημένοις περὶ τἀνδρός.
他(波利比乌斯)依照我们起初关于此人所说的话,着手进行了更为详尽的说明。
§39.3.5ταῦτα δʼ ἦν ὅτι διαφέροιτο μὲν πρὸς Ῥωμαίους πολλάκις ὑπὲρ τῶν ἐπιταττομένων, διαφέροιτο δʼ ἐπὶ τοσοῦτον ἐφʼ ὅσον διδάσκειν καὶ πείθειν ὑπὲρ τῶν ἀμφισβητουμένων, οὐδὲ τοῦτο ποιεῖν εἰκῇ.
这些说明的内容是,尽管他确实经常就受命之事与罗马人产生分歧,但这种分歧仅限于对有争议的问题进行说明和说服,而且他做这件事也并非轻率而为。
§39.3.6πεῖραν δὲ τῆς προαιρέσεως αὐτὸν ἀληθινὴν ἔφη καὶ τὸ δὴ λεγόμενον ἐκ πυρὸς παρεσχῆσθαι χάριν κατὰ τοὺς Φιλιππικοὺς καὶ κατὰ τοὺς Ἀντιοχικοὺς καιρούς· §39.3.7πλείστην γὰρ ἔχοντα ῥοπὴν τότε τῶν Ἑλλήνων καὶ διὰ τὴν αὑτοῦ δύναμιν καὶ τὴν τῶν Ἀχαιῶν ἀληθινώτατα διατετηρηκέναι τὴν πρὸς Ῥωμαίους φιλίαν, §39.3.8μετασχόντα τοῦ δόγματος τοῖς Ἀχαιοῖς, ἐν ᾧ τετραμήνῳ πρότερον τῆς Ῥωμαίων διαβάσεως Ἀντιόχῳ καὶ τοῖς Αἰτωλοῖς τὸν ἀπὸ τῆς χώρας πόλεμον ἐξήνεγκαν, τῶν ἄλλων Ἑλλήνων σχεδὸν ἁπάντων ἀπηλλοτριωμένων τῆς Ῥωμαίων φιλίας.
他还说,他在腓力战争和安条克战争时期,已经为自己的意图提供了真实的证明——正如俗话所说,那是“经火淬炼”的恩泽;因为当时他在希腊人中凭借自身的力量以及亚该亚人的力量拥有极大的影响力,却最真诚地保持了对罗马人的友好,他参与了亚该亚人的这项决议:在罗马人渡海前四个月,他们就从本国领土向安条克和埃托利亚人宣战,而当时几乎所有其他希腊人都已背离了与罗马人的友好关系。
§39.3.9ὧν οἱ δέκα διακούσαντες καὶ τὴν προαίρεσιν ἀποδεξάμενοι τοῦ λέγοντος συνεχώρησαν καταμόνους αὐτῷ τὰς τιμὰς ὑπάρχειν ἐν πάσαις ταῖς πόλεσι.
十位使节听取了这些陈述,并认可了发言者的意图,一致同意在所有城市中为他保留这些荣誉,使其不致受损。
§39.3.10λαβόμενος δὲ τῆς ἀφορμῆς ταύτης Πολύβιος τὰς εἰκόνας ᾐτήσατο τὸν στρατηγόν, καίπερ ἤδη μετακεκομισμένας εἰς Ἀκαρνανίαν ἐκ Πελοποννήσου, λέγω δὲ τὴν Ἀχαιοῦ καὶ τὴν Ἀράτου καὶ Φιλοποίμενος.
波利比乌斯借此机会向将军请求归还这些肖像,尽管它们当时已经从伯罗奔尼撒被运往阿卡纳尼亚——我指的是阿开乌斯、阿拉图斯和菲洛皮门的肖像。
§39.3.11ἐν οἷς ἀγασθὲν τὸ πλῆθος αὐτοῦ τὴν προαίρεσιν ἔστησεν αὐτοῦ λιθίνην εἰκόνα. —
民众因之十分钦佩他的为人,为他立了一尊石质肖像。