Humanitext Reader

波利比奥斯 · 历史 §38.9.1-38.9.8

派遣尤利乌斯使团出使亚该亚与元老院的意图

第 1290 段,共 1311 段 · 希腊语

内容简介

在阿奥雷利乌斯使团报告其在亚该亚险些遇害的敌对遭遇后,元老院极为愤怒,派遣了尤利乌斯使团前往劝导。罗马的意图在于震慑亚该亚人的傲慢,而非出于对迦太基问题的顾虑,他们实际上因重视长期盟约而无意开战或决裂。

§38.9.1ὅτι παραγενομένων ἐκ Πελοποννήσου τῶν περὶ τὸν Αὐρήλιον πρεσβευτῶν καὶ διασαφούντων τὰ συμβεβηκότα περὶ αὐτούς, §38.9.2ὅτι παρʼ ὀλίγον τοῖς ὅλοις ἐκινδύνευσαν, καὶ λεγόντων μετʼ αὐξήσεως καὶ καινολογίας· οὐ γὰρ ὡς κατὰ περιπέτειαν ἐπʼ αὐτοὺς ἥκοντος τοῦ δεινοῦ διεσάφουν, ἀλλʼ ὡς κατὰ πρόθεσιν ὡρμηκότων τῶν Ἀχαιῶν ἐπὶ τὸ παραδειγματίζειν αὐτούς·
关于阿奥雷利乌斯一行的使节从伯罗奔尼撒归来,并说明他们自身的遭遇,即他们几乎面临灭顶之灾,并带着夸张和耸人听闻的口吻说:因为他们说明那场危险并非偶然降临在他们头上,而是亚该亚人怀着将他们作为警戒的预谋而发动的。
§38.9.3ἡ σύγκλητος ἠγανάκτησεν μὲν ἐπὶ τοῖς γεγονόσιν ὡς οὐδέποτε καὶ παραχρῆμα πρεσβευτὰς κατεστήσατο τοὺς περὶ τὸν Ἰούλιον, καὶ τούτους ἔπεμπε δοῦσα τοιαύτας ἐντολάς, §38.9.4διότι δεῖ μετρίως ἐπιτιμήσαντας καὶ μεμψαμένους ἐπὶ τοῖς γεγονόσι τὸ πλεῖον παρακαλεῖν καὶ διδάσκειν τοὺς Ἀχαιοὺς μήτε τοῖς ἐπὶ τὰ χείριστα παρακαλοῦσι προσέχειν μήτʼ αὐτοὺς λαθεῖν εἰς τὴν πρὸς Ῥωμαίους ἀλλοτριότητα διεμπεσόντας, §38.9.5ἀλλʼ ἔτι καὶ νῦν ποιήσασθαί τινα διόρθωσιν τῶν ἠγνοημένων, ἀπερεισαμένους τὴν ἄγνοιαν ἐπὶ τοὺς αἰτίους τῆς ἁμαρτίας.
元老院对发生的事感到前所未有的愤怒,并立即任命了以尤利乌斯为首的使节,向他们下达了如下训令并派遣出去:即应当在对所发生的事进行了适度谴责和批评之后,更多地劝导和教诲亚该亚人,既不要听从那些煽动最坏事态之人的话,也不要让自己在不知不觉中陷入与罗马人的敌对状态,而是甚至在此时,也要通过将愚昧的责任归咎于错误的罪魁祸首,来对他们的过失做出某种纠正。
§38.9.6ἐξ ὧν καὶ λίαν δῆλον ἐγένετο διότι καὶ τοῖς περὶ τὸν Αὐρήλιον ἔδωκε τὰς ἐντολὰς οὐ διασπάσαι βουλομένη τὸ ἔθνος, ἀλλὰ πτοῆσαι καὶ καταπλήξασθαι [βουλομένη] τὴν αὐθάδειαν καὶ τὴν ἀπέχθειαν τῶν Ἀχαιῶν.
由此也变得非常清楚:他们给阿奥雷利乌斯等人下达训令,并非想要分裂这个联盟,而是想要震慑并压制亚该亚人的傲慢与敌意。
§38.9.7τινὲς μὲν οὖν ὑπελάμβανον καθʼ ὑπόκρισιν τοὺς Ῥωμαίους διὰ τὸ μένειν ἀτελῆ τὰ κατὰ Καρχηδόνα· τὸ δʼ ἀληθὲς οὐχ οὕτως εἶχεν, §38.9.8ἀλλʼ ἀποδεδεγμένοι τὸ ἔθνος ἐκ πολλοῦ χρόνου καὶ νομίζοντες ἔχειν αὐτὸ πιστὸν μάλιστα τῶν Ἑλληνικῶν, ἀνασοβῆσαι μὲν ἔκριναν διὰ τὸ φρονηματίζεσθαι πέρα τοῦ δέοντος, πόλεμον δʼ ἀναλαβεῖν ἢ διαφορὰν ὁλοσχερῆ πρὸς τοὺς Ἀχαιοὺς οὐδαμῶς ἐβούλοντο. —
因此,有些人猜测罗马人这样做是出于虚伪,因为迦太基的事情尚未解决;然而事实并非如此,而是他们长期以来接纳了这个联盟,并认为它是希腊国家中最忠诚的一个,所以他们决定敲打一下他们,因为他们过于自负,但他们绝不想对亚该亚人发起战争或进行彻底的分裂。

词汇与语法注释

  1. §38.9.1ὅτι — 历史摘录本(Excerpta)开头常见的 ὅτι 用法,用于引导整段叙述,其主句动词通常在抄本流传过程中被省略。
  2. §38.9.2παρʼ ὀλίγον — 意为“几乎”、“差一点”的介词短语。在此修饰动词 ἐκινδύνευσαν(“面临危险”),表示他们差一点就陷入了彻底毁灭(τοῖς ὅλοις)的境地。
  3. §38.9.5ἀπερεισαμένους τὴν ἄγνοιαν ἐπὶ τοὺς αἰτίους — 分词 ἀπερεισαμένους(源自 ἀπερείδω,意为“推卸”、“归咎于”)指将他们“无知”(ἄγνοιαν)的责任推给导致这一错误的罪魁祸首(τοὺς αἰτίους),以此来劝导亚该亚联盟作为一个整体纠正其过失。
  4. §38.9.8ἀνασοβῆσαι μὲν ἔκριναν — 不定式 ἀνασοβῆσαι(源自 ἀνασοβέω,本意为“惊走”、“驱散”,引申为“敲打”或“震慑”)充当主句动词 ἔκριναν(“决定”)的宾语,指对过于自负的亚该亚人给予警告或敲打,使其恢复理智。

引用这一段

波利比奥斯, 历史 §38.9.1-38.9.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:38.9.1-38.9.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。