§38.17.1ὅτι ἄρτι τοῦ Διαίου παρόντος εἰς τὴν Κόρινθον, καθεσταμένου στρατηγοῦ διὰ τῶν πολλῶν, ἧκον οἱ περὶ τὸν Ἀνδρωνίδαν παρὰ τοῦ Καικιλίου·
事情是这样的:当迪亚乌斯刚刚抵达科林斯,并已被民众任命为将军时,安德罗尼达斯一行人从凯基利乌斯那里赶到。
§38.17.2καθʼ ὧν προδιαδοὺς φήμην ὡς συμφρονούντων τοῖς ἐχθροῖς, παρέβαλε τοὺς ἀνθρώπους τοῖς ὄχλοις, ὥστε μετὰ πάσης ὕβρεως συλληφθέντας ἀπαχθῆναι δεδεμένους.
迪亚乌斯预先散布谣言,称他们与敌人勾结,从而将这些人交给了暴民,以至于他们遭受了极大的侮辱,被逮捕并绑着带走。
§38.17.3ἧκε δὲ καὶ Φίλων ὁ Θετταλὸς πολλὰ φιλάνθρωπα τοῖς Ἀχαιοῖς προτείνων·
色萨利人菲隆也赶到了,向阿开亚人提出了许多宽大的建议。
§38.17.4ὧν ἀκούοντες συνέπραξάν τινες τῶν ἐκ τῆς χώρας, ἐν οἷς ἦν καὶ Στρατίος ἤδη γηραιὸς ὤν, ὃς ἐμπλεκόμενος καὶ λιπαρῶν ἐδεῖτο τοῦ Διαίου πεισθῆναι τοῖς ὑπὸ τοῦ Καικιλίου προτεινομένοις.
听到这些建议,当地的一些人也予以协助,其中有已经年迈的斯特拉提乌斯,他紧紧拽住迪亚乌斯,苦苦哀求他接受凯基利乌斯所提出的条件。
§38.17.5οἱ δὲ συνεδρεύσαντες τοῖς μὲν ὑπὸ τοῦ Φίλωνος λεγομένοις οὐ προσεῖχον·
然而,参与会议的人对菲隆所说的话并不理会。
§38.17.6οὐκ ἐνόμισαν γὰρ κοινὴν εἶναι τὴν σωτηρίαν, ἀλλʼ αὐτοὺς κατʼ ἰδίαν τὸ σφέτερον συμφέρον καὶ τὴν αὑτῶν ἀσφάλειαν ἐν πλείστῳ τιθεμένους ταῦτα λέγειν.
因为他们不认为这种拯救是惠及大众的,而是认为他们(提议者)说这些话,是因为他们把个人的私利和自身的安全放在了首位。
διὸ πρὸς τοῦτον τὸν σκοπὸν ἐβουλεύσαντο περὶ τῶν ἐνεστώτων, εἰ καὶ πάντων ἅμα διήμαρτον.
因此,他们以此为出发点来商讨眼前的局势,尽管他们同时在所有事情上都犯了错。
§38.17.7σαφῶς γὰρ σφίσι τὰ πεπραγμένα συνειδότες οὐδαμῶς ἐδύναντο πιστεῦσαι διότι τύχοιεν ἄν τινος ἐλέου παρὰ Ῥωμαίων.
因为他们清楚地知道自己所做过的事,绝不相信自己能从罗马人那里获得任何宽恕。
§38.17.8τὸ δʼ ὑπὲρ τῶν πραγμάτων καὶ τῆς τῶν πολλῶν σωτηρίας παθεῖν ὅ,τι δέοι γενναίως οὐδʼ ἐν νῷ καθάπαξ ἐλάμβανον·
至于为了国家和民众的得救而英勇地承受一切应受的苦难,这在他们的脑海中根本不曾出现过。
ὅπερ ἦν ἀνδρῶν φιλοδόξων καὶ προστατεῖν φασκόντων τῆς Ἑλλάδος.
而这本该是那些热爱名誉、自称是希腊领袖的人所应有的作为。
§38.17.9ἀλλὰ γὰρ πῶς ἔμελλε καὶ πόθεν παραστήσεσθαι τοῦτο τὸ φρόνημα τοῖς προειρημένοις;
然而,这种气节又怎能、又从何处在上述这些人身上产生呢?
ἦσαν γὰρ οἱ βουλευόμενοι Δίαιος καὶ Δαμόκριτος, ἄρτι τῆς καθόδου τετευχὼς διὰ τὴν ἐνεστῶσαν ἀκρισίαν, σὺν δὲ τούτοις Ἀλκαμένης, Θεοδέκτης, Ἀρχικράτης.
因为参与商议的是迪亚乌斯,还有因当下的混乱才刚刚得以回国的达莫克里托斯,此外还有阿尔卡梅内斯、狄奥德克特斯和阿基克拉特斯。
§38.17.10ὑπὲρ ὧν, τίνες ἦσαν καὶ τίνα φύσιν ἕκαστος εἶχε καὶ τίνα προαίρεσιν καὶ βίον, εἴρηται διὰ πλειόνων.
关于这些人,他们是谁,每个人具有何种性格、志向和生平,此前已经作了详尽的叙述。