Humanitext Reader

波利比奥斯 · 历史 §38.15.1-38.15.11

迪亚埃乌斯掌权与武装奴隶的军备扩充

第 1296 段,共 1311 段 · 希腊语

内容简介

克里托劳斯死后,迪亚埃乌斯接管亚该亚事务,下令释放并武装大量奴隶,并强迫富人捐资,导致各城市陷入混乱与绝望之中。

§38.15.1ὅτι τοῦ Κριτολάου τοῦ στρατηγοῦ τῶν Ἀχαιῶν μετηλλαχότος, καὶ τοῦ νόμου κελεύοντος, ἐπὰν συμβῇ τι περὶ τὸν ἐνεστῶτα στρατηγόν, τὸν προγεγονότα διαδέχεσθαι τὴν ἀρχήν, ἕως ἂν ἡ καθήκουσα σύνοδος γένηται τῶν Ἀχαιῶν, §38.15.2ἐπέβαλε τῷ Διαίῳ χειρίζειν καὶ προεστάναι τῶν κοινῶν πραγμάτων.
由于亚该亚人的将军克里托劳斯已经去世,且法律规定,一旦现任将军发生变故,前任将军应当接替其职务,直到亚该亚人的常规会议召开为止,于是管理和主持公共事务的职责便落到了迪亚埃乌斯身上。
§38.15.3διόπερ ἐκπέμψας εἰς τὰ Μέγαρα καὶ παραγενόμενος εἰς Ἄργος ἔγραψε ταῖς πόλεσι πάσαις τῶν οἰκογενῶν καὶ παρατρόφων τοὺς ἀκμάζοντας ταῖς ἡλικίαις εἰς μυρίους καὶ δισχιλίους ἐλευθεροῦν καὶ καθοπλίσαντας πέμπειν εἰς τὴν Κόρινθον.
因此,他派人前往墨加拉,自己则抵达阿耳戈斯,致信给所有城市,要求将家生奴隶和抚养的奴隶中处于壮年者释放,人数达一万二千人,并在装备武器后派往科林斯。
§38.15.4ἐμέρισε δὲ ταῖς πόλεσι τὴν ἐπιβολὴν τῶν σωμάτων εἰκῇ καὶ ἀνίσως, καθάπερ καὶ περὶ τῶν ἄλλων ἔπραττεν.
他在各城市中分配人员征集额度时显得随意且不公,正如他在其他事情上所做的那样。
§38.15.5οἷς δʼ ἂν ἐλλείπῃ τὸ τῶν παρατρόφων πλῆθος, ἀναπληροῦν ἔδει τὴν ἑκάστοις καθήκουσαν μοῖραν ἐκ τῶν ἄλλων οἰκετῶν.
凡是抚养奴隶数量不足的城市,则必须从其他奴隶中补足各自应承担的份额。
§38.15.6θεωρῶν δὲ τὴν ἀπορίαν τὴν ἐν τοῖς κοινοῖς ἰσχυρὰν οὖσαν διὰ τὸν πρὸς Λακεδαιμονίους γεγονότα πόλεμον, ἐπαγγελίας ποιεῖσθαι συνηνάγκαζε καὶ κατʼ ἰδίαν εἰσφέρειν τοὺς εὐπόρους, οὐ μόνον τοὺς ἄνδρας ἀλλὰ καὶ τὰς γυναῖκας.
他看到由于与拉刻代蒙人发生的战争导致公共财政极度匮乏,便强迫富裕之人——不仅是男子,也包括妇女——作出捐款承诺并进行私人捐输。
§38.15.7ἅμα δὲ τούτοις παρήγγειλεν πανδημεὶ τοὺς ἐν ταῖς ἡλικίαις ἁθροίζεσθαι μετὰ τῶν ὅπλων εἰς τὴν Κόρινθον.
与此同时,他命令所有达到服役年龄的人携带武器在科林斯全体集结。
§38.15.8ἐξ ὧν συνέβαινε γίνεσθαι τὰς πόλεις πλήρεις ἀκρισίας, ταραχῆς, δυσθυμίας.
由此导致各城市充满了混乱、动荡与沮丧。
§38.15.9καὶ τοὺς μὲν ἀπολωλότας ἐπῄνουν, τοὺς δʼ ἐκπορευομένους ἠλέουν, καὶ προσκατεκλαίοντο πάντες ὡσανεὶ προορώμενοι τὸ μέλλον· §38.15.10τὴν δὲ τῶν οἰκετῶν ἀνάτασιν καὶ τὸν ἐπισυρμὸν βαρέως ἔφερον, ὡς ἂν τῶν μὲν ἠλευθερωμένων ἄρτι, τῶν δὲ λοιπῶν πρὸς τὴν ἐλπίδα ταύτην μεμετεωρισμένων.
人们赞美那些已经死去的人,同情那些正在出发的人,所有人都在痛哭,仿佛预见到了未来;他们对奴隶们的傲慢无礼和聚集感到难以忍受,因为其中一些人刚刚获得自由,而其余的人也因这一希望而兴奋不已。
§38.15.11ἅμα δὲ τούτοις οἱ μὲν ἄνδρες εἰσφέρειν ἠναγκάζοντο παρὰ τὴν αὑτῶν προαίρεσιν ὅ,τι τις ἔχειν δόξειεν, αἱ δὲ γυναῖκες ἀφαιρούμεναι σφῶν αὐτῶν καὶ τῶν ἰδίων τέκνων τὸν κόσμον ὥσπερ ἐπίτηδες
与此同时,男子被迫违背自己的意愿捐出凡是被认为拥有的一切,而妇女则被剥夺了自己和亲生孩子的首饰,仿佛是故意……

词汇与语法注释

  1. §38.15.2ἐπέβαλε — 用作无人称动词(或以法律/情况为主语),后接与格(τῷ Διαίῳ)和不定式(χειρίζειν καὶ προεστάναι),表示“某人有责任做某事”或“职责落到某人身上”。
  2. §38.15.3τῶν οἰκογενῶν καὶ παρατρόφων τοὺς ἀκμάζοντας — 属格 τῶν οἰκογενῶν καὶ παρατρόφων 是部分属格,修饰充当名词的宾格分词短语 τοὺς ἀκμάζοντας(“处于壮年者”)。
  3. §38.15.10ὡς ἂν τῶν μὲν ἠλευθερωμένων ἄρτι, τῶν δὲ λοιπῶν πρὸς τὴν ἐλπίδα ταύτην μεμετεωρισμένων — 连词 ὡς(或 ὡς ἄν)引导属格独立分词结构(ἠλευθερωμένων 和 μεμετεωρισμένων),用以表达主观原因或当时人们的看法(“因为……”、“仿佛……”)。
  4. §38.15.11ὥσπερ ἐπίτηδες — 句子在句尾中断(由于抄本残缺或未完),主动词(如“被剥夺”或“献出”)被省略,导致结构不完整。

引用这一段

波利比奥斯, 历史 §38.15.1-38.15.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:38.15.1-38.15.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。