§36.6.1καὶ τῶν μὲν ὁμήρων ἐκεῖσε παραχθέντων, οἱ στρατηγοὶ κατήχθησαν εἰς τὴν τῆς Ἰτύκης ἄκραν.
当人质被送往该地时,将领们在尤提卡岬角登陆。
§36.6.2τούτων δὲ προσπεπτωκότων τοῖς Καρχηδονίοις ὀρθὴ καὶ περίφοβος ἦν ἡ πόλις διὰ τὴν ἀδηλότητα τῶν προσδοκωμένων.
当这些消息传到迦太基人那里时,由于预期事态的不确定性,整个城市人心惶惶,充满了恐惧。
§36.6.3οὐ μὴν ἀλλʼ ἔδοξεν αὐτοῖς πρεσβευτὰς πέμπειν τοὺς πευσομένους τῶν ὑπάτων τί δεῖ ποιεῖν καὶ διασαφήσοντας ὅτι πρὸς πᾶν τὸ παραγγελλόμενον ἕτοιμοι πάντες εἰσίν.
尽管如此,他们还是决定派遣使节去询问执政官们应该做什么,并表明他们所有人已为一切命令做好了准备。
§36.6.4τῶν δὲ πρεσβευτῶν ἀφικομένων εἰς τὴν τῶν Ῥωμαίων παρεμβολήν, καὶ τοῦ συνεδρίου συναχθέντος, εἰσελθόντες οἱ πρέσβεις διελέγοντο κατὰ τὰς ἐντολάς.
当使节们抵达罗马军营,且会议召集完毕后,使节们进入其中,按照指令进行了发言。
§36.6.5ὁ δὲ πρεσβύτερος τῶν ὑπάτων ἐπαινέσας αὐτῶν τὴν πρόθεσιν καὶ προαίρεσιν ἐκέλευε παραδιδόναι τά θʼ ὅπλα καὶ τὰ βέλη πάντα χωρὶς δόλου καὶ ἀπάτης.
执政官中较年长的一位赞扬了他们的意图和决心,并命令他们毫无欺诈与隐瞒地交出所有的武器和投射兵器。
§36.6.6οἱ δὲ πρέσβεις ποιήσειν μὲν ἔφασαν τὸ παραγγελλόμενον, σκοπεῖσθαι δʼ αὐτοὺς ἠξίουν τὸ συμβησόμενον, ἐὰν αὐτοὶ μὲν παραχωρήσωσι τῶν ὅπλων, ἐκεῖνοι δὲ λαβόντες ἀποπλεύσωσιν.
使节们虽然表示他们将执行命令,但也恳求对方考虑一下,如果他们自己放弃了武器,而对方在收下武器后扬帆离去,将会发生什么。
ὅμως ταῦτα ἔδωκαν. —
尽管如此,他们还是交出了这些东西。
§36.6.7δῆλον ἐγένετο διότι μέγα τὸ βάσταγμα τῆς πόλεως ἦν· πλείονα γὰρ εἴκοσι μυριάδων ὅπλα παρέδωκαν Ῥωμαίοις καὶ καταπέλτας δισχιλίους.
— 城市军备的庞大显而易见;因为他们向罗马人交出了二十多万件武器和两千台投石机。
—
—