Humanitext Reader

波利比奥斯 · 历史 §36.5.1-36.5.9

马戈的演说与迦太基交付人质

第 1268 段,共 1311 段 · 希腊语

内容简介

马戈在迦太基发表讲话,指出既然已经交出决定权,就必须接受随后的命令。市民们因此决定并向莉莉贝乌姆派出了三百名人质,人质随后被送往罗马。

§36.5.1ἐν δὲ τῷ καιρῷ τούτῳ φασὶ Μάγωνα τὸν Βρέττιον χρήσασθαι λόγοις ἀνδρώδεσι καὶ πραγματικοῖς.
在此时刻,据说布鲁提乌斯人马戈发表了勇敢而切合实际的言论。
§36.5.2δύο γάρ, ὡς ἔοικε, καιροὺς ἔφασκεν εἶναι τοῦ βουλεύσασθαι περὶ σφῶν καὶ τῆς πατρίδος, ὧν τὸν μὲν ἕνα παρεῖσθαι.
因为据说他声称,曾经有两个为自身和祖国进行权衡的良机,其中之一显然已经错失了。
§36.5.3δεῖν γὰρ οὐ μὰ Δία νῦν διαπορεῖν τί διὰ τῶν ὑπάτων αὐτοῖς παραγγελθήσεται, καὶ διὰ τί περὶ πόλεως οὐδεμίαν ἐποιήσατο μνείαν ἡ σύγκλητος, ἀλλὰ καθʼ ὃν καιρὸν ἐδίδοσαν τὴν ἐπιτροπήν·
凭宙斯起誓,他们不应该在如今才去困惑执政官们将向他们传达什么命令,以及为什么元老院对城市只字未提,而应该在他们交出决定权的时候这样做。
§36.5.4δόντας δὲ σαφῶς γινώσκειν διότι πᾶν τὸ παραγγελλόμενον ἐπιδεκτέον ἐστίν, ἐὰν μὴ τελέως ὑπερήφανον ᾖ καὶ παρὰ τὴν προσδοκίαν·
一旦交出,就必须清楚地认识到,凡是被命令的事物都必须接受,除非那是完全傲慢且超出预料的。
§36.5.5εἰ δὲ μή, τότε πάλιν βουλεύεσθαι πότερα δεῖ προσδέχεσθαι τὸν πόλεμον εἰς τὴν χώραν καὶ πάσχειν ὅ, τι ποτʼ ἂν οὗτος ἐπιφέρῃ τῶν δεινῶν, ἢ κατορρωδήσαντας τὴν τῶν πολεμίων ἔφοδον ἐθελοντὴν ἀναδέχεσθαι πᾶν τὸ προσταττόμενον.
否则,他们就必须在那时重新权衡,是应该把战争引入国土并承受战争可能带来的任何灾难,还是因畏惧敌人的进攻而自愿接受一切规定。
§36.5.6πάντων δὲ διὰ τὸν ἐφεστῶτα πόλεμον καὶ διὰ τὸ τῆς προσδοκίας ἄδηλον φερομένων ἐπὶ τὸ πειθαρχεῖν τοῖς παραγγελλομένοις, ἔδοξεν πέμπειν τοὺς ὁμήρους εἰς τὸ Λιλύβαιον.
然而,由于迫在眉睫的战争以及前景的不确定性,所有人都倾向于服从命令,于是决定将人质送往莉莉贝乌姆。
§36.5.7καὶ παραυτίκα καταλέξαντες τριακοσίους τῶν νέων ἐξέπεμπον μετὰ μεγάλης οἰμωγῆς καὶ δακρύων, ἅτε προπεμπόντων ἕκαστον τῶν ἀναγκαίων καὶ συγγενῶν, καὶ μάλιστα τῶν γυναικῶν ἐκκαουσῶν τὴν τοιαύτην διάθεσιν.
他们随即选拔了三百名青年,在巨大的哀号和眼泪中将他们送走,因为亲属和族人们都来为他们每个人送行,尤其是妇女们极力煽动着这种悲伤的情绪。
§36.5.8ἐπεὶ δὲ κατέπλευσαν εἰς τὸ Λιλύβαιον, οἱ μὲν ἐξ αὐτῆς παρεδόθησαν διὰ τῶν ὑπάτων Κοΐντῳ Φαβίῳ Μαξίμῳ — συνέβαινε γὰρ τοῦτον ἐπὶ τῆς Σικελίας τετάχθαι στρατηγὸν τότε — §36.5.9διʼ οὗ παρακομισθέντες ἀσφαλῶς εἰς τὴν Ῥώμην συνεκλείσθησαν ὁμοῦ πάντες εἰς τὸ τῆς ἑκκαιδεκήρους νεώριον
当他们乘船抵达莉莉贝乌姆时,立刻通过执政官被移交给昆图斯·费比乌斯·马克西穆斯——因为当时他恰好被西西里的将领—— 他们在他的押送下安全抵达罗马,并被一同关押在十六桨座战船的船坞里。

词汇与语法注释

  1. §36.5.2ὧν τὸν μὲν ἕνα παρεῖσθαι — 关系代词 ὧν 指向先行词 δύο καιρούς,而 παρεῖσθαι(παρίημι 的 factory 完成时被动不定式)属于间接引语动词 ἔφασκεν 所引导的“对格加不定式”结构,其主语为 τὸν μὲν ἕνα。
  2. §36.5.4δόντας — 动词 δίδωμι 的第一不定过去时主动分词的阳性宾格复数形式。指代前文移交决定权(ἐπιτροπή)的行为,并由于作为不定式 γινώσκειν 的逻辑主语(即迦太基人自身),从而采取宾格,属于由 δεῖν 延伸出的宾格与不定式结构的一部分。
  3. §36.5.7ἅτε προπεμπόντων... ἐκκαουσῶν — 由原因连词 ἅτε 引导的属格独立结构。两个名词 τῶν ἀναγκαίων καὶ συγγενῶν(亲属和族人)以及 τῶν γυναικῶν(妇女们)分别作为分词 προπεμπόντων 和 ἐκκαουσῶν 的逻辑主语,皆用属格形式表示。

引用这一段

波利比奥斯, 历史 §36.5.1-36.5.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:36.5.1-36.5.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。