Humanitext Reader

波利比奥斯 · 历史 §36.15.1-36.15.7

比提尼亚国王普鲁西阿斯的恶德与丑态

第 1278 段,共 1311 段 · 希腊语

内容简介

本文描述了比提尼亚国王普鲁西阿斯令人鄙视的性格,包括他丑陋的外表、肉体与精神上的软弱、缺乏教养以及放纵的私生活,这导致他的臣民一旦抓住机会便渴望对他进行报复。

§36.15.1ὅτι Προυσίας ὁ βασιλεύς, εἰδεχθὴς ὢν κατὰ τὴν ἔμφασιν, καίπερ ἐκ συλλογισμοῦ βελτίων ὑπάρχων, ἥμισυς ἀνὴρ ἦν κατὰ τὴν ἐπιφάνειαν καὶ πρὸς τὰς πολεμικὰς χρείας ἀγεννὴς καὶ γυναικώδης.
普鲁西阿斯国王在外表上令人厌恶,尽管他的理智判断力较为优越,但就其容貌而言,他不过是个半人半鬼的懦夫,在军事事务上既卑劣又阴柔。
§36.15.2οὐ γὰρ μόνον δειλὸς ἦν, ἀλλὰ καὶ πρὸς τὰς κακοπαθείας ἀλλότριος καὶ συλλήβδην ἐκτεθηλυμμένος καὶ τῇ ψυχῇ καὶ τῷ σώματι παρʼ ὅλον τὸν βίον· §36.15.3ὅπερ ἥκιστα βούλονται περὶ τοὺς βασιλεῖς ὑπάρχειν ἅπαντες μέν, μάλιστα δὲ τὸ τῶν Βιθυνῶν γένος.
因为他不仅胆怯,而且厌恶劳苦,总之,他一生中无论在心灵还是肉体上都完全被女性化了;这是所有人,尤其是比提尼亚人,最不希望在他们的国王身上看到的品质。
§36.15.4πολλὴ δέ τις ἀσέλγεια καὶ περὶ τὰς σωματικὰς ἐπιθυμίας αὐτῷ συνεξηκολούθει.
此外,在肉体欲望方面,他也伴随着极大的放纵。
§36.15.5παιδείας δὲ καὶ φιλοσοφίας καὶ τῶν ἐν τούτοις θεωρημάτων ἄπειρος εἰς τέλος ἦν §36.15.6καὶ συλλήβδην τοῦ καλοῦ τί ποτʼ ἔστιν οὐδʼ ἔννοιαν εἶχε, Σαρδαναπάλλου δὲ βάρβαρον βίον ἔζη καὶ μεθʼ ἡμέραν καὶ νύκτωρ.
他对教养、哲学以及其中的理论学说完全一无所知;总之,他甚至对什么是高贵毫无概念,无论白昼黑夜,都过着萨尔达那帕勒斯式的野蛮生活。
§36.15.7τοιγαροῦν ἅμα τῷ δράξασθαι βραχείας ἐλπίδος τὸ τῶν βασιλευομένων πλῆθος ἀμετάκλητον ὁρμὴν ἔσχεν εἰς τὸ μὴ μόνον ἀλλότρια φρονεῖν τοῦ βασιλέως, ἀλλὰ καὶ τιμωρίαν βούλεσθαι παρʼ αὐτοῦ λαμβάνειν.
因此,被统治的民众一抓住微小的希望,便产生了一种不可逆转的冲动,不仅对国王怀有敌意,而且渴望对他施以报复。

词汇与语法注释

  1. §36.15.1ἐκ συλλογισμοῦ — 意为“通过推论或理性思考”。在与前后文中的 'ἔμφασις' 和 'ἐπιφάνεια'(外表、外在形象)的对比中,指普鲁西阿斯“内在的智力水平”或“理性判断”。在由 'καίπερ' 引导的让步分句中,表明他虽然在智力方面较为优越,但在身体和行动上却极其软弱。
  2. §36.15.3ὅπερ — 中性单数宾格关系代名词,其先行词指代前句的整体内容(普鲁西阿斯在精神和肉体上的女性化/软弱)。它作为不定式 'ὑπάρχειν' 的逻辑主语(或主语补足语)发挥作用,意为“这种特质(在国王们身上)存在”。
  3. §36.15.7ἀλλότρια φρονεῖν τοῦ βασιλέως — “ἀλλότρια φρονέω”是一个惯用表达,意为“持有不同的想法、怀有敌意”。属格 “τοῦ βασιλέως” 作为表示比较或分离的属格,或者是受源自形容词 “ἀλλότριος” 的支配,表示“对国王怀有敌意、与国王离心离德”。

引用这一段

波利比奥斯, 历史 §36.15.1-36.15.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:36.15.1-36.15.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。