§35.1.1πύρινος πόλεμος, ὁ Ῥωμαίων πρὸς τοὺς Κελτίβηρας συσταθείς.
所谓“烈火战争”,是指罗马人对凯尔特伊比利亚人所发动的战争。
θαυμαστὴν γὰρ ἔσχε τὴν ἰδιότητα τήν τε συνέχειαν τῶν ἀγώνων.
因为这场战争的特异性质以及战斗的持续性令人惊叹。
§35.1.2τοὺς γὰρ κατὰ τὴν Ἑλλάδα πολέμους καὶ τοὺς κατὰ τὴν Ἀσίαν ὡς ἐπίπαν μία μάχη κρίνει, σπανίως δὲ δευτέρα, καὶ τὰς μάχας αὐτὰς εἷς καιρὸς ὁ κατὰ τὴν πρώτην ἔφοδον καὶ σύμπτωσιν τῆς δυνάμεως·
因为在希腊和亚洲的战争,通常由一场战斗决定,极少有第二场,而战斗本身也由一个时机决定,即第一次突击和军队碰撞的瞬间。
§35.1.3κατὰ δὲ τοῦτον τὸν πόλεμον τἀναντία συνέβαινε τοῖς προειρημένοις.
然而,在这场战争中,所发生的情况与前述完全相反。
§35.1.4τοὺς μὲν γὰρ κινδύνους ὡς ἐπίπαν ἡ νὺξ διέλυε, τῶν ἀνδρῶν οὔτʼ εἴκειν ταῖς ψυχαῖς οὔτε παρακαθιέναι τοῖς σώμασι βουλομένων διὰ τὸν κόπον, ἀλλʼ ἐξ ὑποστροφῆς καὶ μεταμελείας αὖθις ἄλλας ἀρχὰς ποιουμένων.
因为在通常情况下,黑夜会中止战斗,这是由于士兵们不愿因疲劳而在精神上屈服,也不愿在肉体上退让,而是转身并重新改变主意,再次开始新的战斗。
§35.1.5τόν γε μὴν ὅλον πόλεμον καὶ τὴν συνέχειαν τῶν ἐκ παρατάξεως διακρίσεων ὁ χειμὼν ἐπὶ ποσὸν διεῖργε.
尽管如此,冬季仍在一定程度上中断了整个战争以及通过会战决胜的连续性。
§35.1.6καθόλου γάρ, εἴ τις διανοηθείη πύρινον πόλεμον, οὐκ ἂν ἕτερον ἢ τοῦτον νοήσειε. —
总之,如果有人要想象一场“烈火战争”,他绝不会想到除此以外的其他战争。