§34.9.1τοὺς δʼ ἐνοικοῦντας Τουρδητανούς τε καὶ Τουρδούλους προσαγορεύουσιν, οἱ μὲν τοὺς αὐτοὺς νομίζοντες, οἱ δʼ ἑτέρους· §34.9.2ὧν ἐστι καὶ Πολύβιος, συνοίκους φήσας τοῖς Τουρδητανοῖς πρὸς ἄρκτον τοὺς Τουρδούλους.
而他们将居住在当地的人称为图尔德塔尼人和图尔杜利人,有人认为他们是同一种人,也有人认为他们是不同的两群人;波里比乌斯也是其中之一,他称图尔杜利人是图尔德塔尼人北部的邻居。
— §34.9.3τῇ δὲ τῆς χώρας εὐδαιμονίᾳ καὶ τὸ ἥμερον καὶ τὸ πολιτικὸν συνηκολούθησε τοῖς Τουρδητανοῖς, καὶ τοῖς Κελτικοῖς δὲ διὰ τὴν γειτνίασιν, ὡς δʼ εἴρηκε Πολύβιος, διὰ τὴν συγγένειαν.
— 伴随着该地区的富庶,温和与文明的社交生活也随之带给了图尔德塔尼人,并且由于邻近的关系——而正如波里比乌斯所说,是由于血缘关系——也带给了凯尔特人。
— §34.9.4καὶ Δικαίαρχος δὲ καὶ Ἐρατοσθένης καὶ Πολύβιος καὶ οἱ πλεῖστοι τῶν Ἑλλήνων περὶ τὸν πορθμὸν ἀποφαίνουσι τὰς στήλας.
— 此外,狄凯阿科斯、埃拉托斯特尼、波里比乌斯以及大多数希腊人都指出,那些石柱位于海峡附近。
— §34.9.5φησὶ δὲ ὁ Πολύβιος κρήνην ἐν τῷ Ἡρακλείῳ τῷ ἐν Γαδείροις εἶναι, βαθμῶν ὀλίγων κατάβασιν ἔχουσαν εἰς τὸ ὕδωρ, πότιμον, ἣν ταῖς παλιρροίαις τῆς θαλάττης ἀντιπαθεῖν, κατὰ μὲν τὰς πλήμας ἐκλείπουσαν, κατὰ δὲ τὰς ἀμπώτεις πληρουμένην.
— 波里比乌斯说,在加德伊拉的赫拉克勒斯神庙里有一口泉,有几级台阶可以走下去取水,水是可以饮用的。 这口泉与海水的潮汐产生相反的反应:在满潮时泉水干涸,而在退潮时泉水充盈。
§34.9.6αἰτιᾶται δʼ ὅτι τὸ πνεῦμα τὸ ἐκ τοῦ βάθους εἰς τὴν ἐπιφάνειαν τῆς γῆς ἐκπῖπτον, καλυφθείσης μὲν αὐτῆς ὑπὸ τοῦ κύματος κατὰ τὰς ἐπιβάσεις τῆς θαλάττης, εἴργεται τῶν οἰκείων τοιούτων ἐξόδων, ἀναστρέψαν δὲ εἰς τὸ ἐντὸς ἐμφράττει τοὺς τῆς πηγῆς πόρους καὶ ποιεῖ λειψυδρίαν· §34.9.7γυμνωθείσης δὲ πάλιν εὐθυπορῆσαν ἐλευθεροῖ τὰς φλέβας τῆς πηγῆς, ὥστʼ ἀναβλύειν εὐπόρως.
他将此归因于:从大地深处向地面冒出的气体,在海水涨潮、地面被波浪覆盖时,被阻断了其通常的出口,于是折回内部,堵塞了泉水的通道,从而导致缺水;而当退潮地面再次裸露时,气体便能顺畅地逸出,释放了泉水的脉络,使其得以丰沛地涌出。
— §34.9.8Πολύβιος δὲ τῶν περὶ Καρχηδόνα Νέαν ἀργυρείων μνησθεὶς μέγιστα μὲν εἶναί φησι, διέχειν δὲ τῆς πόλεως ὅσον εἴκοσι σταδίους, περιειληφότα κύκλον τετρακοσίων σταδίων, §34.9.9ὅπου τέτταρας μυριάδας ἀνθρώπων μένειν τῶν ἐργαζομένων, ἀναφέροντας τότε τῷ δήμῳ τῶν Ῥωμαίων καθʼ ἑκάστην ἡμέραν δισμυρίας καὶ πεντακισχιλίας δραχμάς.
— 波里比乌斯在提到新迦太基附近的银矿时说,这些银矿规模最大,距离城市大约二十斯塔迪亚,环绕着四百斯塔迪亚的范围,那里有四万名工人在工作,当时每天为罗马人民带来两万五千德拉克马的收入。
§34.9.10τὴν δὲ κατεργασίαν τὴν μὲν ἄλλην ἐῶ — μακρὰ γάρ ἐστι —, τὴν δὲ συρτὴν βῶλον τὴν ἀργυρῖτίν φησι κόπτεσθαι καὶ κοσκίνοις εἰς ὕδωρ διαττᾶσθαι· κόπτεσθαι δὲ πάλιν τὰς ὑποστάσεις καὶ πάλιν διηθουμένας ἀποχεομένων τῶν ὑδάτων κόπτεσθαι· §34.9.11τὴν δὲ πέμπτην ὑπόστασιν χωνευθεῖσαν, ἀποχυθέντος τοῦ μολίβδου, καθαρὸν τὸν ἄργυρον ἐξάγειν.
至于精炼的过程,其余的部分我就省略了(因为太长了),但他说,含有银的冲积矿石被粉碎,并通过筛子在水中筛分;其沉淀物被再次粉碎,并在排干水后再次过滤并粉碎;第五次得到的沉淀物被熔炼,在铅被排走后,便提取出纯银。
— §34.9.12Πολύβιος δὲ καὶ τὸν Ἄναν καὶ τοῦτον ἐκ τῆς Κελτιβηρίας ῥεῖν φησι, διέχοντας ἀλλήλων ὅσον ἐνακοσίους σταδίους.
— 波里比乌斯还说,阿纳斯河和这条河都流经凯尔蒂贝里亚,它们彼此相距大约九百斯塔迪亚。
— §34.9.13Πολύβιος δὲ τὰ τῶν Οὐακκαίων καὶ τῶν Κελτιβήρων ἔθνη καὶ χωρία διεξιὼν συλλέγει ταῖς ἄλλαις πόλεσι καὶ Σεγεσάμαν καὶ Ἰντερκατίαν.
— 波里比乌斯在详细叙述瓦卡埃人和凯尔蒂贝里亚人的部族和地区时,将塞格萨马和因特卡蒂亚与其他城市并列列出。
— §34.9.14τοιοῦτον δέ τινα ὑφίσταται τῇ κατασκευῇ καὶ λαμπρότητι οἵανπερ Πολύβιος Ἴβηρός τινος βασιλέως οἰκίαν.
— 至于其建筑结构和华丽程度,该住所大概就如同波里比乌斯所描绘的某位伊比利亚国王的宫殿那样。
§34.9.15ὃν καὶ ἐζηλωκέναι λέγει τὴν τῶν Φαιάκων τρυφὴν πλὴν τοῦ τοὺς κρατῆρας ἐν μέσῳ τῆς οἰκίας ἑστάναι πλήρεις οἴνου κριθίνου, ἀργυροῦς ὄντας καὶ χρυσοῦς.
他还说,这位国王效仿了法埃亚科斯人的奢华,只不过,摆在屋子正中央、装满大麦酒的混酒器是由金和银制成的。