Humanitext Reader

波利比奥斯 · 历史 §34.8.1-34.8.10

卢西塔尼亚的自然物产与低廉物价

第 1251 段,共 1311 段 · 希腊语

内容简介

波里比乌斯赞美了卢西塔尼亚地区的富庶,描述了食用海中橡子而长肥的金枪鱼、因气候温和而极具生育力的动植物与人类,并列举了当地极其低廉的各种食品物价。

§34.8.1Πολύβιος δʼ ὁ Μεγαλοπολίτης ἐν τετάρτῃ καὶ τριακοστῇ τῶν Ἱστοριῶν περὶ τῆς ἐν Ἰβηρίᾳ Λυσιτανίας χώρας διαλεγόμενός φησιν ὅτι βάλανοί εἰσι κατὰ βάθος ἐν τῇ αὐτόθι θαλάττῃ πεφυτευμέναι, ὧν τὸν καρπὸν σιτουμένους τοὺς θύννους πιαίνεσθαι.
梅加洛波利斯的波里比乌斯在《历史》第三十四卷中讨论伊比利亚的卢西塔尼亚地区时,提到在当地的深海中生长着橡子,金枪鱼通过食用这种果实而变得肥美。
§34.8.2διόπερ οὐκ ἂν ἁμάρτοι τις λέγων ὗς εἶναι θαλαττίους τοὺς θύννους. —
因此,如果有人说金枪鱼是海中的猪,也不算说错。
§34.8.3λέγει δʼ ὁ Πολύβιος καὶ μέχρι τῆς Λατίνης ἐκπίπτειν τὴν βάλανον ταύτην, εἰ μὴ ἄρα, φησί, καὶ ἡ Σαρδὼ φέρει καὶ ἡ πλησιόχωρος ταύτῃ. — τὴν κατὰ Λυσιτανίαν —
— 波里比乌斯还说,这种橡子甚至会被冲上海岸直到拉提乌姆,除非,正如他所说,撒丁岛及其邻近地区也生产这种橡子。
§34.8.4χώρα δʼ ἐστὶν αὕτη τῆς Ἰβηρίας, ἣν νῦν Ῥωμαῖοι Σπανίαν ὀνομάζουσι — διηγούμενος εὐδαιμονίαν Πολύβιος ὁ Μεγαλοπολίτης ἐν τῇ τετάρτῃ καὶ τριακοστῇ τῶν Ἱστοριῶν φησιν ὡς αὐτόθι διὰ τὴν τοῦ ἀέρος εὐκρασίαν καὶ τὰ ζῷα πολύγονα καὶ οἱ ἄνθρωποι, καὶ οἱ ἐν τῇ χώρᾳ καρποὶ οὐδέποτε φθείρονται· §34.8.5ῥόδα μὲν γὰρ αὐτόθι καὶ λευκόια καὶ ἀσπάραγοι καὶ τὰ παραπλήσια τούτοις οὐ πλεῖον διαλείπει μηνῶν τριῶν, §34.8.6τὸ δὲ θαλάττιον ὄψον καὶ κατὰ τὸ πλῆθος καὶ κατὰ τὴν χρηστότητα καὶ κατὰ τὸ κάλλος μεγάλην ἔχει διαφορὰν πρὸς τὸ γινόμενον ἐν τῇ καθʼ ἡμᾶς θαλάττῃ.
— 关于卢西塔尼亚的—— 这是伊比利亚的一个地区,罗马人现在称之为斯帕尼亚——梅加洛波利斯的波里比乌斯在《历史》第三十四卷中描述它的富庶时说道,在当地由于气候温和,动物和人类都极具生育力,而且该地区的作物也从未遭到毁坏;因为那里的玫瑰、紫罗兰、芦笋以及类似的东西,中断生长的时期不超过三个月;而当地的海鲜,无论在数量、品质还是在美观上,都比我们海域中所产的有着巨大的优势。
§34.8.7καὶ ὁ μὲν τῶν κριθῶν Σικελικὸς μέδιμνός ἐστι δραχμῆς, ὁ δὲ τῶν πυρῶν ἐννέα ὀβολῶν Ἀλεξανδρεινῶν· §34.8.8τοῦ δʼ οἴνου δραχμῆς ὁ μετρητὴς καὶ ἔριφος ὁ μέτριος ὀβολοῦ καὶ λαγώς.
一西西里麦狄姆诺的大麦价值一德拉克马,而小麦则价值九个亚历山大奥博尔;一米特雷特斯的葡萄酒价值一德拉克马,一只中等大小的小山羊价值一奥博尔,野兔也是如此。
τῶν δʼ ἀρνῶν τριώβολον καὶ τετρώβολον ἡ τιμή.
羔羊的价格是三或四个奥博尔。
ὗς δὲ πίων ἑκατὸν μνᾶς ἄγων πέντε δραχμῶν καὶ πρόβατον δυεῖν.
一只重达一百米纳的肥猪价值五德拉克马,绵羊价值两德拉克马。
τάλαντον δὲ σύκων τριῶν ὀβολῶν, §34.8.9μόσχος δραχμῶν πέντε καὶ βοῦς ζύγιμος δέκα.
一塔兰托的无花果价值三奥博尔,小牛价值五德拉克马,役牛价值十德拉克马。
§34.8.10τὰ δὲ τῶν ἀγρίων ζῴων κρέα σχεδὸν οὐδὲ κατηξιοῦτο τιμῆς, ἀλλʼ ἐν ἐπιδόσει καὶ χάριτι τὴν ἀλλαγὴν ποιοῦνται τούτων.
至于野生动物的肉,几乎甚至不被认为值得定价,人们对这些东西的交易是通过额外赠送和人情往来来进行的。

词汇与语法注释

  1. 34.8.1πιαίνεσθαι — 不定式 `πιαίνεσθαι` 受主句动词 `φησίν` 的支配,处于间接引语中。虽然它位于关系代词 `ὧν` 引导的关系从句内部,但受间接引语的持续影响,不使用直陈式动词而变为了不定式,其逻辑主语为对格的 `τοὺς θύννους`。
  2. 34.8.2οὐκ ἂν ἁμάρτοι τις — 带 `ἄν` 的希求语气,表示可能性(潜在语气)。分词 `λέγων` 起副词性作用,表示条件(“如果有人说”)或方式(“通过说”)。
  3. 34.8.4τὴν κατὰ Λυσιτανίαν — §34.8.3 末尾的对格短语 `τὴν κατὰ Λυσιτανίαν` 与 §34.8.4 中的 `εὐδαιμονίαν` 共同构成一个完整的宾语短语(“卢西塔尼亚的富庶”)。在这两者之间,被插入了带关系从句的解释性插入语 `χώρα δʼ ἐστὶν ... ὀνομάζουσι`(超步/倒装结构)。
  4. 34.8.7δραχμῆς — 表示价格或价值的属格(价格属格),与系动词 `ἐστί` 连用,说明商品的价格。同样的用法也出现在 §34.8.8 中的 `ὀβολοῦ` 和 `δραχμῶν πέντε` 等词中。

引用这一段

波利比奥斯, 历史 §34.8.1-34.8.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:34.8.1-34.8.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。