Humanitext Reader

波利比奥斯 · 历史 §34.14.1-34.14.8

亚历山大里亚的居民构成与秩序崩溃

第 1257 段,共 1311 段 · 希腊语

内容简介

作者引用了波里比乌斯的分析,描述了亚历山大里亚动荡的人口构成(埃及人、雇兵和亚历山大里亚希腊人),并感叹由于国王的无能和屠杀导致城邦秩序崩溃。

§34.14.1ὁ γοῦν Πολύβιος γεγονὼς ἐν τῇ πόλει βδελύττεται §34.14.2τὴν τότε κατάστασιν καί φησι τρία γένη τὴν πόλιν οἰκεῖν, τό τε Αἰγύπτιον καὶ ἐπιχώριον φῦλον, ὀξὺ καὶ πολιτικόν, §34.14.3καὶ τὸ μισθοφορικόν, βαρὺ καὶ πολὺ καὶ ἀνάγωγον· ἐξ ἔθους γὰρ παλαιοῦ ξένους ἔτρεφον τοὺς τὰ ὅπλα ἔχοντας, ἄρχειν μᾶλλον ἢ ἄρχεσθαι δεδιδαγμένους διὰ τὴν τῶν βασιλέων οὐδένειαν.
无论如何,到过该城市的波里比乌斯厌恶当时的状况,并说有三种人居住在这个城市:第一种是埃及人,即本地部族,他们敏锐而具有城邦秩序;第二种是雇兵,粗暴、人数众多且无法无天;因为出于古老的习惯,他们供养着持有武器的外邦人,由于国王们的无能,这些人被教导去统治而非被统治。
§34.14.4τρίτον δʼ ἦν γένος τὸ τῶν Ἀλεξανδρέων, οὐδʼ αὐτὸ εὐκρινῶς πολιτικὸν διὰ τὰς αὐτὰς αἰτίας, κρεῖττον δʼ ἐκείνων ὅμως· §34.14.5καὶ γὰρ εἰ μιγάδες, Ἕλληνες ὅμως ἀνέκαθεν ἦσαν καὶ ἐμέμνηντο τοῦ κοινοῦ τῶν Ἑλλήνων ἔθους.
第三种人是亚历山大里亚人,由于同样的原因,他们自己也并非明确具有城邦秩序,但尽管如此,他们仍比前者优秀;因为即使他们是混血,但自古以来就是希腊人,并且还记得希腊人的共同习惯。
ἠφανισμένου δὲ καὶ τούτου τοῦ πλήθους, §34.14.6μάλιστα ὑπὸ τοῦ Εὐεργέτου τοῦ Φύσκωνος, καθʼ ὃν ἧκεν εἰς τὴν Ἀλεξάνδρειαν ὁ Πολύβιος — §34.14.7καταστασιαζόμενος γὰρ ὁ Φύσκων πλεονάκις τοῖς στρατιώταις ἐφίει τὰ πλήθη καὶ διέφθειρε — §34.14.8, τοιούτων δή, φησίν, ὄντων τῶν ἐν τῇ πόλει, λοιπὸν ἦν τῷ ὄντι τὸ τοῦ ποιητοῦ Αἴγυπτόνδʼ ἰέναι δολιχὴν ὁδὸν ἀργαλέην τε.
然而,当这一人群也消亡时,尤其是被绰号为“菲斯孔”(大肚子)的尤埃尔格特斯消灭——正是在此人统治时期波里比乌斯来到了亚历山大里亚—— 因为菲斯孔屡次面临暴动反抗,便放纵士兵袭击民众并进行屠杀—— 他说,既然城里的居民确实是这种状况,那么最后实际上真正留存下来的,就是诗人的那句:“去往埃及是一条漫长而艰难的路。 ”

词汇与语法注释

  1. 34.14.3δεδιδαγμένους — 宾格阳性复数完美被动分词。与先行词 `ξένους`(或修饰它的 `τοὺς τὰ ὅπλα ἔχοντας`)一致并作补充说明。不定式 `ἄρχειν` 和 `ἄρχεσθαι` 作为 `δεδιδαγμένους` 的补足语(“被教导去……”)。
  2. 34.14.5ἠφανισμένου δὲ καὶ τούτου τοῦ πλήθους — 属格独立分词结构。由于其主语与主句主语(34.14.8 中的 `τὸ τοῦ ποιητοῦ` / `λοιπὸν ἦν`)不同而使用属格。该独立分词结构的结论主句动词,在夹杂了插入句(34.14.6-7)之后,一直被推迟到 34.14.8 的 `λοιπὸν ἦν`。
  3. 34.14.7τοῖς στρατιώταις ἐφίει τὰ πλήθη — 动词 `ἐφίημι`(未完成过去式 `ἐφίει`)接与格(此处为 `τοῖς στρατιώταις`)和宾格(`τὰ πλήθη`),意为“纵容(与格)袭击(宾格)”。虽然也有观点认为 `τοῖς στρατιώταις` 修饰前方的被动分词 `καταστασιαζόμενος`(被士兵们暴动反抗),但从上下文来看,将其视为 `ἐφίει` 的与格宾语、即国王动用兵力屠杀民众(`διέφθειρε`)更符合逻辑。

引用这一段

波利比奥斯, 历史 §34.14.1-34.14.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:34.14.1-34.14.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。