§33.7.1ὅτι τῶν περὶ τὸν Ὁρτήσιον καὶ Αὐρογκολήιον παραγεγονότων ἐκ τοῦ Περγάμου καὶ διασαφούντων τήν τε τοῦ Προυσίου καταφρόνησιν τῶν τῆς συγκλήτου παραγγελμάτων, §33.7.2καὶ διότι παρασπονδήσας καὶ συγκλείσας εἰς τὸ Πέργαμον αὐτούς τε καὶ τοὺς περὶ τὸν Ἄτταλον πᾶσαν βίαν ἐνεδείξατο καὶ παρανομίαν, §33.7.3ἡ σύγκλητος ὀργισθεῖσα καὶ βαρέως φέρουσα τὸ γεγονὸς ἐξ αὐτῆς δέκα πρεσβευτὰς κατέστησε τοὺς περὶ Λεύκιον Ἀνίκιον καὶ Γάιον Φάννιον καὶ Κόιντον Φάβιον Μάξιμον, §33.7.4καὶ παραχρῆμʼ ἐξαπέστειλεν, ἐντολὰς αὐτοῖς δοῦσα διαλῦσαι τὸν πόλεμον καὶ τὸν Προυσίαν ἀναγκάσαι δίκας ὑποσχεῖν Ἀττάλῳ τῶν κατὰ πόλεμον ἀδικημάτων. —
[事缘]当霍尔滕西乌斯和奥伦库莱乌斯一行自帕加马返回,并报告说普鲁西亚斯蔑视元老院的指令,且他违反协定,将他们以及阿塔罗斯一行围困在帕加马,施加了各种暴行与不法行为,元老院大为震怒,对这一事态深感忧虑,当即任命了以卢基乌斯·阿尼基乌斯、盖乌斯·凡尼乌斯、昆图斯·法比乌斯·马克西穆斯为首的十人使团,并立即将他们派遣出去,授权他们调停战争,并强迫普鲁西亚斯对阿塔罗斯就战争期间所犯的不法行为进行赔偿。