§33.17.1ὅτι οἱ Ῥόδιοι δυσθετούμενοι τοῖς συμβαίνουσιν εἰς παραλόγους τινὰς ἐνέπεσαν ὁρμὰς καὶ παρασκευὰς καὶ πρὸς παραπλησίαν διάθεσιν ἦλθον τοῖς ἐν ταῖς πολυχρονίοις ἀρρωστίαις δυσποτμοῦσι.
关于罗得岛人因所发生的事态而陷入困境,产生了一些不合理的冲动和防备,并陷入了与长期遭受病痛折磨的患者相似的状态。
§33.17.2καὶ γὰρ ἐκεῖνοι πολλάκις, ἐπειδὰν πάντα ποιοῦντες κατὰ λόγον τῆς θεραπείας καὶ πειθαρχοῦντες τοῖς ἰατροῖς μὴ δύνωνται τῆς ἐπὶ τὸ βέλτιον προκοπῆς ἅψασθαι, δυσθετούμενοι τοῖς συμβαίνουσιν ἀποδυσπετεῖν ἀναγκάζονται, καὶ τινὲς μὲν θύταις καὶ μάντεσι προσέχειν, ἔνιοι δὲ πάσης ἐπῳδῆς καὶ παντὸς περιάμματος πεῖραν λαμβάνειν.
因为那些患者也常常如此,即使他们按照治疗的合理程序做了一切,并且服从医生,但当他们无法取得任何好转的进展时,他们因对事态感到困惑而不得不自暴自弃,有的人便去求助于祭司和占卜者,有的人则去尝试各种咒语和护身符。
§33.17.3ὃ καὶ περὶ τοὺς Ῥοδίους συνέβαινε· πάντων γὰρ αὐτοῖς παρὰ δόξαν ἀπαντωμένων, ἠναγκάζοντο παντὶ τῷ λεγομένῳ προσέχειν καὶ πᾶσαν ἐλπίδα σωματοποιεῖν καὶ προσδέχεσθαι.
这同样也发生在罗得岛人身上;因为一切事情的发生都违背了他们的预期,他们被迫去倾听一切传言,并将每一种希望都具象化并予以接受。
§33.17.4καὶ τοῦτʼ ἐδόκουν πάσχειν εἰκότως· ὅταν γὰρ μηδὲν ἀνύηται τῶν κατὰ λόγον, δέῃ δὲ κατʼ ἀνάγκην ἐνεργεῖσθαι τὸ συνεχές, ἀπάγκη πεῖραν λαμβάνειν καὶ τῶν παρὰ λόγον.
他们似乎理所当然地遭受了这种境遇;因为当合理的手段没有一样奏效,而客观上又必须不断采取行动时,去尝试不合理的手段也就是必然的了。
§33.17.5διὸ καὶ Ῥόδιοι ἐμπεσόντες εἰς τοιαύτην διάθεσιν ἐποίησάν τι τῶν γινομένων καὶ ὃν ἀπεδοκίμασαν ἄρχοντα, τοῦτον πάλιν εἵλοντο ἄρχοντα, καὶ ἄλλα τινὰ παράλογα.
因此,罗得岛人也陷入了这种状态,做出了一些反常的举动,他们甚至重新选出了那个曾被他们废黜的官员担任官员,还做出了其他一些不合理的事。