Humanitext Reader

波利比奥斯 · 历史 §33.16.1-33.16.8

克里特与罗得岛的求援及亚开亚人的中立决定

第 1238 段,共 1311 段 · 希腊语

内容简介

克里特人和罗得岛人均向亚开亚人求援;尽管安提法塔斯发表了高尚的演说,但亚开亚人在卡利克拉特斯的劝说下,出于对罗马人意向的尊重,决定维持现状。

§33.16.1ὅτι κατὰ τὸν καιρὸν τοῦτον οἱ Κρηταιεῖς πρεσβευτὰς ἀπέστειλαν πρὸς Ἀχαιοὺς ὑπὲρ βοηθείας τοὺς περὶ Ἀντιφάταν Τηλεμνάστου Γορτύνιον, παραπλησίως δὲ καὶ Ῥόδιοι τοὺς περὶ Θευφάνην.
关于在此时期,克里特人为了求援,向亚开亚人派遣了以戈尔廷人、泰莱姆纳斯托斯之子安提法塔斯为首的使节,同样地,罗得岛人也派遣了以忒乌法内斯为首的使节。
§33.16.2οὔσης δὲ τῆς συνόδου τῶν Ἀχαιῶν ἐν Κορίνθῳ, καὶ διαλεγομένων τῶν πρεσβευτῶν ἑκατέρων ὑπὲρ τῆς βοηθείας, ἔρρεπον ταῖς γνώμαις οἱ πολλοὶ μᾶλλον ἐπὶ τοὺς Ῥοδίους, §33.16.3ἐντρεπόμενοι καὶ τὸ τῆς πόλεως ἀξίωμα καὶ τὴν ὅλην αἵρεσιν τῆς πολιτείας καὶ τῶν ἀνδρῶν.
当亚开亚人的大会在科林斯举行,且双方的使节就求援事宜进行陈述时,大多数人的意向更偏向于罗得岛人,因为他们敬重该城的威信、其政体的整体取向以及这些使节的人格。
§33.16.4εἰς ἃ βλέπων Ἀντιφάτας ἐβουλήθη πάλιν ἐπεισελθεῖν, τοῦ δὲ στρατηγοῦ συγχωρήσαντος ἐχρήσατο λόγοις βαρυτέροις ἢ κατὰ Κρῆτα καὶ σπουδαιοτέροις· §33.16.5καὶ γὰρ ἦν ὁ νεανίσκος οὐδαμῶς Κρητικός, ἀλλὰ πεφευγὼς τὴν Κρητικὴν ἀναγωγίαν.
安提法塔斯看到这些情况,希望再次登台发言,在将军允许之后,他使用了比一般克里特人更为庄重和真诚的措辞;因为这个年轻人绝非典型的克里特人,而是摆脱了粗野的克里特式无教养。
§33.16.6διὸ καὶ συνέβαινε τοὺς Ἀχαιοὺς ἐπιδέχεσθαι τὴν παρρησίαν αὐτοῦ καὶ μᾶλλον ἔτι διὰ τὸ τὸν πατέρα τοῦ προειρημένου Τηλέμναστον μετὰ πεντακοσίων Κρητῶν ἐλθόντα συμπεπολεμηκέναι τὸν πρὸς Νάβιν πόλεμον εὐγενῶς αὐτοῖς.
因此,亚开亚人也接受了他的直言,而且更因为前述其父泰莱姆纳斯托斯曾带领五百名克里特人前来,在针对纳比斯的战争中与他们并肩英勇作战。
§33.16.7πλὴν διακούσαντες οὐδὲν ἧττον ὁρμὴν εἶχον οἱ πολλοὶ τοῖς Ῥοδίοις βοηθεῖν, ἕως Καλλικράτης ὁ Λεοντήσιος ἀναστὰς οὐκ ἔφη δεῖν οὔτε πολεμεῖν οὐδενὶ χωρὶς τῆς Ῥωμαίων γνώμης οὔτε βοήθειαν πέμπειν οὐδενὶ κατʼ οὐδενός.
尽管听完了陈述,大多数人协助罗得岛人的热忱依然未减,直到来自莱翁蒂翁的卡利克拉特斯起立并宣称,既不应在没有罗马人意向的情况下对任何人开战,也不应向任何人派遣针对任何人的援助。
§33.16.8καὶ διὰ ταῦτα κατίσχυσε μένειν ἐπὶ τῶν ὑποκειμένων.
于是由于这些原因,维持现状的决定占了上风。

词汇与语法注释

  1. §33.16.1ὅτι — 狄奥多罗斯摘录中特有的文体特征,整句构成一个无主导动词的名词从句(“关于……”),或起间接陈述的作用。这延续了§33.15.1中可见的句式结构。
  2. §33.16.4ἢ κατὰ Κρῆτα — 在比较级βαρυτέροις和σπουδαιοτέροις之后使用ἢ κατά + 宾格的句式。意为“比克里特人的标准更为庄重”,表明他超出了通常对克里特人性格或言辞的预期。
  3. §33.16.8μένειν ἐπὶ τῶν ὑποκειμένων — 一个惯用表达,意为“维持现状”或“坚持现行政策”。在此处,根据卡利克拉特斯的提议,它意味着保持既不向克里特人也不向罗得岛人派遣援助的现状。

引用这一段

波利比奥斯, 历史 §33.16.1-33.16.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:33.16.1-33.16.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。