§33.15.1ὅτι ὁ Ἡρακλείδης ἔτι τῆς θερείας ἀκμαζούσης παρῆν εἰς τὴν Ῥώμην ἄγων τὴν Λαοδίκην καὶ τὸν Ἀλέξανδρον.
关于赫拉克莱德斯在夏天仍处于盛期之时,带着拉奥狄基和亚历山大抵达罗马之事。
§33.15.2ποιούμενος δὲ τὴν παρεπιδημίαν μετὰ τερατείας ἅμα καὶ κακουργίας ἐνεχρόνιζε, κατασκευαζόμενος τὰ περὶ τὴν σύγκλητον.
他在暂住期间,结合奇谲的花招与诡计拖延时日,暗中对元老院进行疏通。
—
καὶ Ἀστυμήδης ὁ Ῥόδιος, §33.15.3πρεσβευτὴς ἅμα καὶ ναύαρχος καθεσταμένος, παρελθὼν ἐξ αὐτῆς εἰς τὴν σύγκλητον διελέγετο περὶ τοῦ πολέμου τοῦ πρὸς Κρηταιεῖς.
— 而罗得岛人阿斯图梅德斯,被任命为使节兼海军统帅,当即进入元老院,就针对克里特人的战争进行商谈。
§33.15.4ἡ δὲ σύγκλητος προσέχουσα τὸν νοῦν ἐπιμελῶς παραχρῆμα πρεσβευτὰς ἐξαπέστειλε τοὺς περὶ Κόιντον λύσοντας τὸν πόλεμον.
元老院对此予以密切关注,随即派遣以昆图斯为首的使节前往,以平息这场战争。