§32.9.1ὅτι τῶν Ἰσσίων πλεονάκις πεπρεσβευκότων εἰς τὴν Ῥώμην καὶ διασαφούντων ὅτι Δελματεῖς τὴν χώραν ἀδικοῦσι καὶ τὰς πόλεις τὰς μετʼ αὐτῶν ταττομένας· §32.9.2αὗται δʼ εἰσὶν Ἐπέτιον καὶ Τραγύριον· ὁμοίως δὲ καὶ τῶν Δαορσῶν ἐγκαλούντων, §32.9.3ἐξαπέστειλεν ἡ σύγκλητος πρεσβευτὰς τοὺς περὶ Γάιον Φάννιον ἐποπτεύσοντας τὰ κατὰ τὴν Ἰλλυρίδα, καὶ μάλιστα τούτων τὰ κατὰ τοὺς Δελματεῖς.
ὅτι 据说,由于伊萨人多次向罗马派遣使节,声称德尔马泰人正在侵犯他们的领土以及与他们结盟的城市—— 这些城市即埃佩蒂翁和特拉古里翁——并且达奥尔索伊人也同样提出指控,元老院便派遣了以盖乌斯·范尼乌斯为首的使节,去视察伊利里亚的局势,尤其是其中关于德尔马泰人的情况。
§32.9.4οὗτοι δέ, μέχρι μὲν ἔζη Πλευρᾶτος, ὑπήκουον ἐκείνῳ· μεταλλάξαντος δὲ τούτου τὸν βίον, καὶ διαδεξαμένου Γενθίου τὴν βασιλείαν, ἀποστάντες ἀπὸ τούτου τοῖς ὁμόροις προσεπολέμουν καὶ κατεστρέφοντο τοὺς ἀστυγείτονας, ὧν ἔνιοι καὶ φόρους αὐτοῖς ἔφερον· ὁ δὲ φόρος ἦν θρέμματα καὶ σῖτος.
这些德尔马泰人,在普拉图斯在世时,一直服从于他;但当他去世、根提乌斯继承王位后,他们便背叛了后者,并与邻国交战,征服了邻近的居民,其中一些人甚至向他们纳贡;而这贡税则是牲畜和谷物。
§32.9.5καὶ οἱ μὲν περὶ Φάννιον ἐπὶ τούτοις ἐξώρμησαν. —
于是,范尼乌斯一行人便为此出发了。