§32.10.1ὅτι ὁ βασιλεὺς Ἀριαράθης παρεγένετο εἰς τὴν Ῥώμην ἔτι θερείας οὔσης·
ὅτι 据说,阿里亚拉塞斯国王在还是夏天的时候便抵达了罗马。
τότε δέ, §32.10.2παρειληφότων ὑπάτων τὰς ἀρχὰς τῶν περὶ τὸν Σέξτον Ἰούλιον καὶ Λεύκιον Αὐρήλιον, ἐγίνετο περὶ τὰς κατʼ ἰδίαν ἐντεύξεις, οἰκείαν ποιούμενος περικοπὴν καὶ φαντασίαν τῆς ὑποκειμένης περιστάσεως.
而在那时,在塞克斯图斯·尤利乌斯和卢基乌斯·奥雷利乌斯就任执政官后,阿里亚拉塞斯忙于进行私下会见,其装束和外表显得与他目前面临的困境相称。
§32.10.3παρῆσαν δὲ καὶ παρὰ Δημητρίου πρέσβεις οἱ περὶ τὸν Μιλτιάδην πρὸς ἑκατέραν τὴν ὑπόθεσιν ἡρμοσμένοι· καὶ γὰρ πρὸς Ἀριαράθην ἀπολογεῖσθαι καὶ κατηγορεῖν αὐτοῦ παρεσκευάζοντο φιλαπεχθῶς.
此外,德米特里派遣的以米尔蒂亚德为首的使节也已抵达,他们对两种情况都做好了准备:因为他们已经准备好对阿里亚拉塞斯进行辩护,也准备好怀着敌意对他进行控告。
§32.10.4ἀπεστάλκει δὲ καὶ Ὀροφέρνης πρεσβευτὰς τοὺς περὶ Τιμόθεον καὶ Διογένην, στέφανόν τε κομίζοντας τῇ Ῥώμῃ καὶ τὴν φιλίαν καὶ τὴν συμμαχίαν ἀνανεωσομένους, τὸ δὲ πλεῖον συγκαταστησομένους πρὸς τὸν Ἀριαράθην καὶ τὰ μὲν ἀπολογησομένους, τὰ δὲ κατηγορήσοντας.
奥罗费尔奈斯同样派遣了以提摩太和狄奥根尼为首的使节,他们向罗马献上金冠以续友好同盟,但更主要的是为了确立对抗阿里亚拉塞斯的有利地位,一方面进行辩护,另一方面进行控告。
§32.10.5ἐν μὲν οὖν ταῖς κατʼ ἰδίαν ἐντεύξεσιν μείζω φαντασίαν εἷλκον οἱ περὶ τὸν Διογένην καὶ Μιλτιάδην, ἅτε καὶ κατὰ τὸ πλῆθος πρὸς ἕνα συγκρινόμενοι καὶ κατὰ τὴν ἄλλην περικοπὴν εὐτυχοῦντες πρὸς ἐπταικότα θεωρούμενοι·
因此,在私下会见中,狄奥根尼和米尔蒂亚德一行人给人留下了更深刻的印象,因为与孤身一人相比,他们人数众多;且在其他方面的装束和境遇上,与落魄者相比,他们被视为顺遂之人。
§32.10.6παραπλησίως δὲ καὶ περὶ τὴν τῶν πραγμάτων ἐξήγησιν πολὺ περιῆσαν· §32.10.7πᾶν μὲν γὰρ καὶ πρὸς παντοῖα λέγειν ἐθάρρουν, οὐδένα λόγον ποιούμενοι τῆς ἀληθείας, τὸ δὲ λεγόμενον ἀνυπεύθυνον ἦν, οὐκ ἔχον τὸν ἀπολογησόμενον.
同样,在对事情的陈述上,他们也占据了极大的优势;因为他们毫不顾及事实真相,敢于针对各种情况说任何话,且由于没有人在场进行反驳,他们的言论没有受到任何质疑。
§32.10.8λοιπὸν ἀκονιτὶ τοῦ ψεύδους ἐπικρατοῦντος, ἐδόκει σφίσι τὰ πράγματα κατὰ γνώμην χωρεῖν.
结果,由于谎言不战而胜,他们便以为事情正顺着他们的意愿发展。