§32.8.1ὅτι Εὐμένης ὁ βασιλεὺς τῇ μὲν σωματικῇ δυνάμει παραλελυμένος ἦν, τῇ δὲ τῆς ψυχῆς λαμπρότητι προσανεῖχεν,
据说,欧墨尼斯国王虽然身体力量已然衰竭,但他的精神依然十分敏锐。
§32.8.2ἀνὴρ ἐν μὲν τοῖς πλείστοις οὐδενὸς δεύτερος τῶν καθʼ αὑτὸν βασιλέων γενόμενος, περὶ δὲ τὰ σπουδαιότατα καὶ κάλλιστα μείζων καὶ λαμπρότερος·
他在大多数方面都不亚于同时代的任何一位国王,而在最重要、最高贵的事业上,则显得更加伟大和辉煌。
§32.8.3ὅς γε πρῶτον μὲν παραλαβὼν παρὰ τοῦ πατρὸς τὴν βασιλείαν συνεσταλμένην τελέως εἰς ὀλίγα καὶ λιτὰ πολισμάτια ταῖς μεγίσταις τῶν καθʼ αὑτὸν δυναστειῶν ἐφάμιλλον ἐποίησε τὴν ἰδίαν ἀρχήν,
因为,首先,他从父亲那里继承了一个完全缩减为少数几个简陋小城镇的王国,却使自己的统治领地能够与同时代最强大的王朝相媲美。
§32.8.4οὐ τύχῃ τὸ πλεῖον συνεργῷ χρώμενος, οὐδʼ ἐκ περιπετείας, ἀλλὰ διὰ τῆς ἀγχινοίας καὶ φιλοπονίας, ἔτι δὲ πράξεως τῆς αὑτοῦ.
这在很大程度上并非借助运气的帮助,也不是由于偶然的际遇,而是凭借他自己的机敏与勤勉,以及他本人的实际行动。
§32.8.5δεύτερον φιλοδοξότατος ἐγενήθη καὶ πλείστας μὲν τῶν καθʼ αὑτὸν βασιλέων πόλεις Ἑλληνίδας εὐεργέτησε, πλείστους δὲ κατʼ ἰδίαν ἀνθρώπους ἐσωματοποίησε.
其次,他极度追求荣誉,比同时代的任何国王都资助了更多的希腊城市,并且使最多数量的个人获得了财富与自立的根基。
§32.8.6τρίτον ἀδελφοὺς ἔχων τρεῖς καὶ κατὰ τὴν ἡλικίαν καὶ πρᾶξιν, πάντας τούτους συνέσχε πειθαρχοῦντας αὑτῷ καὶ δορυφοροῦντας καὶ σῴζοντας τὸ τῆς βασιλείας ἀξίωμα.
第三,尽管他有三个在年龄和行动力上都很出色的弟弟,他却能使他们所有人不仅服从他,而且护卫他,并维护王室的尊严。
§32.8.7τοῦτο δὲ σπανίως εὕροι τις ἂν γεγονός.
这种事情在历史上是极难见到的。