§32.7.1ὅτι παρὰ τῶν Ἀθηναίων ἧκον πρέσβεις καὶ παρὰ τῶν Ἀχαιῶν οἱ περὶ Θεαρίδαν καὶ Στέφανον ὑπὲρ τῶν Δηλίων.
据说,来自雅典人的使节,以及来自亚该亚人的以塞阿里达斯和斯特凡诺斯为首的代表德罗斯人的使节已经抵达。
§32.7.2τοῖς γὰρ Δηλίοις δοθείσης ἀποκρίσεως παρὰ Ῥωμαίων, μετὰ τὸ συγχωρηθῆναι τὴν Δῆλον τοῖς Ἀθηναίοις, αὐτοῖς μὲν ἐκχωρεῖν ἐκ τῆς νήσου,
因为在德罗斯岛被割让给雅典人之后,罗马人曾向德罗斯人给出答复,要求他们自己撤离该岛,并带走他们的财产。
§32.7.3τὰ δʼ ὑπάρχοντα κομίζεσθαι, μεταστάντες εἰς Ἀχαΐαν οἱ Δήλιοι καὶ πολιτογραφηθέντες ἐβούλοντο τὸ δίκαιον ἐκλαβεῖν παρὰ τῶν Ἀθηναίων κατὰ τὸ πρὸς τοὺς Ἀχαιοὺς σύμβολον.
移居到亚该亚并获得公民身份的德罗斯人,希望根据与亚该亚人的条约,从雅典人那里获得法定的权益。
§32.7.4τῶν δʼ Ἀθηναίων φασκόντων μηδὲν εἶναι πρὸς αὐτοὺς τῆς δικαιοδοσίας ταύτης, ᾐτοῦντο ῥύσια τοὺς Ἀχαιοὺς οἱ Δήλιοι κατὰ τῶν Ἀθηναίων.
但由于雅典人声称这一司法管辖权与他们毫无关系,德罗斯人便向亚该亚人请求对雅典人行使报复权。
§32.7.5ὑπὲρ ὧν τότε πρεσβεύσαντες ἔλαβον ἀπόκρισιν κυρίας εἶναι τὰς κατὰ τοὺς νόμους γεγενημένας παρὰ τοῖς Ἀχαιοῖς οἰκονομίας περὶ τῶν Δηλίων.
针对这些事务,他们当时派遣了使节,并得到答复,宣布在亚该亚人中依法做出的关于德罗斯人的处理决定是有效的。