Humanitext Reader

波利比奥斯 · 历史 §32.1.1-32.1.7

阿里阿拉特斯使团与阿塔罗斯出访罗马

第 1208 段,共 1311 段 · 希腊语

内容简介

卡帕多西亚国王阿里阿拉特斯的使者携金冠抵达罗马,并受到元老院的热烈欢迎。随后,帕加马国王欧墨尼斯的弟弟阿塔罗斯也抵达罗马,在洗清了加拉太人对他的指控后,获得了元老院更多的恩惠。

§32.1.1ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἧκον παρʼ Ἀριαράθου πρέσβεις στέφανόν τε κομίζοντες ἀπὸ μυρίων χρυσῶν καὶ διασαφοῦντες τὴν τοῦ βασιλέως προαίρεσιν, ἣν ἔχει πρὸς τὰ Ῥωμαίων πράγματα,
此时,来自阿里阿拉特斯的使者们抵达,他们带来了一顶价值一万金币的金冠,并详细说明了国王对罗马事务抱有的态度。
§32.1.2καὶ τούτων μάρτυρας ἐπήγοντο τοὺς περὶ τὸν Τεβέριον.
并且,他们提出提比略一行人作为这些事情的见证人。
§32.1.3ὧν ἀνθομολογησαμένων ἡ σύγκλητος τόν τε στέφανον ἀπεδέξατο μετὰ μεγάλης χάριτος καὶ τὰ μέγιστα τῶν παρʼ αὐτῇ νομιζομένων δώρων ἀνταπέστειλε, τόν τε σκίπωνα καὶ τὸν ἐλεφάντινον δίφρον.
在后者予以证实后,元老院怀着极大的谢意接受了金冠,并回赠了在他们那里被视为最珍贵的礼物,即权杖和象牙椅。
§32.1.4τούτους μὲν οὖν ἐξ αὐτῆς ἔτι πρὸ τοῦ χειμῶνος ἀπέλυσεν ἡ σύγκλητος.
因此,元老院在冬季之前便立即让他们启程回国。
§32.1.5μετὰ δὲ τούτους Ἀττάλου παραγενηθέντος, ἤδη τῶν ὑπάτων τὰς ἀρχὰς εἰληφότων, καὶ τῶν Γαλατῶν αὐτοῦ κατηγορησάντων, οὓς ἀπεστάλκει Προυσίας, §32.1.6καὶ πλειόνων ἑτέρων ἀπὸ τῆς Ἀσίας, διακούσασα πάντων ἡ σύγκλητος οὐ μόνον ἀπέλυσε τῶν διαβολῶν τὸν Ἄτταλον, ἀλλὰ καὶ προσαυξήσασα τοῖς φιλανθρώποις ἐξαπέστειλε·
在他们之后,当阿塔罗斯抵达时(此时执政官们已经就职),普鲁西阿斯所派出的加拉太人指控了他,此外还有许多来自亚洲的其他指控者,元老院在听取了所有人的陈述后,不仅洗清了阿塔罗斯所受的指控,还在送行时给予了他更多的恩惠。
§32.1.7καθʼ ὅσον γὰρ ἀπηλλοτρίωτο τοῦ βασιλέως καὶ διεφέρετο πρὸς τὸν Εὐμένη, κατὰ τοσοῦτον ἐφιλοποιεῖτο καὶ συνηῦξε τὸν Ἄτταλον.
因为元老院与国王越是疏远、与欧墨尼斯越是不和,他们就越是极力拉拢阿塔罗斯并增强其势力。

词汇与语法注释

  1. §32.1.2τούτων — 中性复数指示代词属格,指代前句中阿里阿拉特斯王对罗马的友好态度(προαίρεσιν)。直译为“作为这些事情的见证人”。
  2. §32.1.3ὧν ἀνθομολογησαμένων — 以关系代词 ὧν 为逻辑主语的属格独立结构。先行词为前句的“提比略一行人(τοὺς περὶ τὸν Τεβέριον)”。动词 ἀνθομολογέομαι 意为“同样承认”或“予以证实”。
  3. §32.1.4ἐξ αὐτῆς — 省略了如 τῆς ὁδοῦ 或 τῆς ὥρας 等阴性名词的惯用副词短语,意为“立即”或“径直”。
  4. §32.1.7ἀπηλλοτρίωτο τοῦ βασιλέως καὶ διεφέρετο πρὸς τὸν Εὐμένη — 该动词短语的主语根据上下文应为前句中的“元老院(ἡ σύγκλητος)”。“国王(τοῦ βασιλέως)”与“欧墨尼斯(τὸν Εὐμένη)”指代同一人,即帕加马国王欧墨尼斯二世。此处揭示了外交意图:元老院越是疏远国王欧墨尼斯,就越是企图拉拢其弟阿塔罗斯。

引用这一段

波利比奥斯, 历史 §32.1.1-32.1.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:32.1.1-32.1.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。