Humanitext Reader

波利比奥斯 · 历史 §32.11.1-32.11.10

奥罗费尔奈斯的没落与叙事调整

第 1218 段,共 1311 段 · 希腊语

内容简介

作者解释了为叙述阿里亚拉塞斯复位而提前处理亚洲事务的原因,并表示将回到常规叙事顺序,概述奥罗波斯发生的一桩奇特事件。此外,他还记述了奥罗费尔奈斯的失败及其堕入奢靡的过程。

§32.11.1ὅτι οὐκ ὀλίγοι τῶν ἀνθρώπων διὰ τὴν πρὸς τὸ πλεῖον ἐπιθυμίαν καὶ τὸ πνεῦμα προσέθηκαν τοῖς χρήμασιν, οἷς Ὀροφέρνης ὁ τῆς Καππαδοκίας βασιλεὺς κατάληπτος γενόμενος ἀπώλετο καὶ τῆς βασιλείας ἐξέπεσεν.
不少人因为贪得无厌,甚至把自己的生命也献给了金钱;卡帕多西亚国王奥罗费尔奈斯也陷入其中,因而灭亡并失去了王位。
§32.11.2ἡμεῖς δὲ συγκεφαλαιωσάμενοι τὴν τούτου κάθοδον ἐπανάξομεν τὴν διήγησιν ἐπὶ τὴν εἰθισμένην τάξιν, ᾗ χρώμεθα παρʼ ὅλην τὴν πραγματείαν·
我们在简要概述了他的复位过程后,将把叙事带回我们在整部著作中所采用的常规顺序。
§32.11.3καὶ γὰρ νῦν ὑπερβάντες τὰ κατὰ τὴν Ἑλλάδα προελάβομεν τῶν κατὰ τὴν Ἀσίαν τὰ κατὰ τὴν Καππαδοκίαν διὰ τὸ μηδεμίαν εὔλογον ἔχειν διαίρεσιν τὸν ἐκ τῆς Ἰταλίας ἀπόπλουν καὶ τὴν ἐπὶ τὰ πράγματα κάθοδον [τοῦ] Ἀριαράθου.
因为这次我们越过了希腊的事务,在亚洲的事务中先期处理了卡帕多西亚的事情,这是因为阿利亚拉塞斯从意大利起航及恢复权力的过程,无法做出任何合理的分割。
§32.11.4διόπερ ἐπάνειμι δηλώσων τὰ κατὰ τὴν Ἑλλάδα γενόμενα περὶ τοὺς αὐτοὺς καιρούς.
因此,我将折返回去,阐明在同一时期希腊所发生的事情。
§32.11.5ἐν οἷς ἴδιον καὶ παράλογον πρᾶγμα συνέβη γενέσθαι περὶ τὴν τῶν Ὠρωπίων πόλιν·
在这些事情中,围绕着奥罗波斯城发生了一件奇特而意外的事件。
§32.11.6ὑπὲρ οὗ τὰ μὲν ἀναδραμόντες, τὰ δὲ προλαβόντες τοῖς χρόνοις συγκεφαλαιωσόμεθα τὴν ὅλην πρᾶξιν, ἵνα μὴ κατὰ μέρος αὐτῆς οὔσης οὐδʼ ὅλως ἐπιφανοῦς ἐν διῃρημένοις χρόνοις ἀπαγγέλλοντες εὐτελῆ καὶ ἀσαφῆ ποιῶμεν τὴν διήγησιν.
关于此事,我们将通过在时间上部分倒叙、部分前瞻的方式来概述整个事件,以免因在分割的时间段中报告这桩在局部上毫无名气的事情,而使叙事变得琐碎和模糊。
§32.11.7ὅταν γὰρ μόλις τὸ ὅλον ἄξιον ἐπιστάσεως φαίνηται τοῖς ἀκούουσιν, ἦ πού γε τοῖς κατὰ μέρος ἐκ διαστήματος λεγομένοις τὸν νοῦν προσέξει τις τῶν φιλομαθούντων; —
因为当整体内容都几乎无法让听众觉得值得注意时,那些求知若渴的人又怎会对间隔叙述的零碎片段加以关注呢?
§32.11.8ὅτι κατὰ τὸ πλεῖστον ἐν ταῖς ἐπιτυχίαις ὡς ἐπίπαν ἄνθρωποι συμφρονοῦσι, κατὰ δὲ τὰς ἀποτυχίας ἀσχάλλοντες τοῖς πράγμασιν ἑλκώδεις καὶ δύσκολοι γίνονται πρὸς τοὺς φίλους·
在大多数情况下,人们在顺境中往往能和睦相处,但在逆境中,他们因对事态感到焦躁,便会对朋友变得刻薄且难以相处。
§32.11.9ὃ καὶ περὶ τὸν Ὀροφέρνην συνέβη γενέσθαι, τῶν πραγμάτων αὐτῷ ἀντιπιπτόντων καὶ τῷ Θεοτίμῳ καὶ μεμφομένων ἀλλήλοις.
这也发生在奥罗费尔奈斯身上,随着事态对他和提奥蒂莫斯不利,他们便开始互相指责。
— Ὀροφέρνην. §32.11.10ὀλίγον χρόνον Καππαδοκίας βασιλεύσαντα καὶ παριδόντα τὰς πατρίους ἀγωγάς φησιν ἐν τῇ τριακοστῇ δευτέρᾳ εἰσαγαγεῖν τὴν Ἰακὴν καὶ τεχνιτικὴν ἀσωτίαν. —
Ὀροφέρνην. 据说,奥罗费尔奈斯仅统治了卡帕多西亚很短的时间,就抛弃了祖传的生活方式,并在第三十二卷中引入了伊奥尼亚式的、艺人般的奢靡生活。

词汇与语法注释

  1. 32.11.1καὶ τὸ πνεῦμα προσέθηκαν τοῖς χρήμασιν — 这一短语意为“甚至将自己的生命(或灵魂)也加于金钱之上”。这是一种比喻用法,形容由于对财富的极度贪婪,人们甚至将自己的生命或灵魂奉献、出卖给了金钱。
  2. 32.11.3προελάβομεν τῶν κατὰ τὴν Ἀσίαν τὰ κατὰ τὴν Καππαδοκίαν — 动词 προλαμβάνω(先期处理)在此支配表示整体的属格(τῶν κατὰ τὴν Ἀσίαν,亚洲的事务)以及表示被提取部分的宾格(τὰ κατὰ τὴν Καππαδοκίαν,卡帕多西亚的事务),表示在亚洲事务中提前处理了卡帕多西亚的部分。
  3. 32.11.6αὐτῆς οὔσης οὐδʼ ὅλως ἐπιφανοῦς — 这是一个属格独立结构,以阴性代词 αὐτῆς(指代前文的 πρᾶξις‘事件’)为逻辑主语,解释了作者为何选择概述它:因为这一事件的各个局部本身根本不著名或不值得关注。
  4. 32.11.10φησιν ἐν τῇ τριακοστῇ δευτέρᾳ εἰσαγαγεῖν — 主句动词 φησίν(说、称)的主语是引用波利比乌斯的后世作者。此处为带对格的不定式结构(间接引语),不定式 εἰσαγαγεῖν(引入)的逻辑主语是省略的对格形式的奥罗费尔奈斯,由前面的分词所修饰。

引用这一段

波利比奥斯, 历史 §32.11.1-32.11.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:32.11.1-32.11.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。