§31.32.1ὅτι κατὰ τὴν Ἀσίαν Προυσίας μὲν ἐξέπεμψεν εἰς τὴν Ῥώμην πρεσβευτὰς μετὰ Γαλατῶν τοὺς κατηγορήσοντας Εὐμένους, §31.32.2οὗτος δὲ πάλιν τὸν ἀδελφὸν Ἄτταλον ἐξαπέστειλεν ἀπολογησόμενον πρὸς τὰς διαβολάς. §31.32.3Ἀριαράθης δὲ τῇ τε Ῥώμῃ στέφανον ἀπὸ χρυσῶν μυρίων ἔπεμψε καὶ πρεσβευτὰς τοὺς διασαφήσοντας τῇ συγκλήτῳ τὴν πρὸς τὸν Τεβέριον ἀπάντησιν αὐτοῦ καὶ καθόλου παρακαλέσοντας διασαφεῖν ὑπὲρ ὧν ἂν δέωνται, διότι πᾶν ποιήσειν ἕτοιμός ἐστι Ῥωμαίοις τὸ παραγγελλόμενον. —
在亚洲,普鲁西亚斯与加拉太人一同派遣使者前往罗马,以控告欧墨尼斯;而后者也同样派遣其弟阿塔罗斯,以对这些指控进行辩护;阿里阿拉特斯则向罗马赠送了一顶价值一万金币的金冠,并派遣使者向元老院说明他与提比略会面的情况,且大体上恳请元老院明示其所需,因为他已做好准备,乐意为罗马人效劳、执行一切所命之事。