§31.30.1ἐγὼ δὲ πλείω πεποίημαι λόγον ὑπὲρ τῆς Σκιπίωνος αἱρέσεως ἐκ τῆς πρώτης ἡλικίας, ἡδεῖαν μὲν ὑπολαμβάνων εἶναι τοῖς πρεσβυτέροις, ὠφέλιμον δὲ τοῖς νέοις τὴν τοιαύτην ἱστορίαν, §31.30.2μάλιστα δὲ βουλόμενος πίστιν παρασκευάζειν τοῖς λέγεσθαι μέλλουσιν ἐν ταῖς ἑξῆς βύβλοις περὶ αὐτοῦ πρὸς τὸ μήτε διαπορεῖν τοὺς ἀκούοντας διὰ τὸ παράδοξά τινα φανήσεσθαι τῶν συμβαινόντων μετὰ ταῦτα περὶ αὐτόν, §31.30.3μήτʼ ἀφαιρουμένους τἀνδρὸς τὰ κατὰ λόγον γεγονότα κατορθώματα τῇ τύχῃ προσάπτειν, ἀγνοοῦντας τὰς αἰτίας, ἐξ ὧν ἕκαστα συνέβη γενέσθαι, πλὴν τελέως ὀλίγων, ἃ δεῖ μόνα προσάπτειν τῇ τύχῃ καὶ ταὐτομάτῳ.
但我对西庇阿自幼年以来的志向抉择作了较详尽的叙述,因为我认为这种历史叙述对长者是愉快的,对青年是有益的,而且我最希望的是,为后续各卷中将要谈及的关于他的事情确立公信力,以免听众因其后发生发生在他人身上的某些事情显得出人意料而感到困惑,也免得他们因不了解每件事发生的原因,便剥夺了那个人依据理性取得的成功,转而归咎于命运——只有极少数完全应当只归于命运和偶然的事物除外。
§31.30.4ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον ἡμεῖς διεληλυθότες κατὰ τὴν παρέκβασιν αὖθις ἐπάνιμεν ἐπὶ τὴν ἐκτροπὴν τῆς ὑποκειμένης διηγήσεως.
因此,我们在这一番插叙中既然已经将这些事情谈到了这种程度,现在便再次回到目前所叙述之本题的转折点。