Humanitext Reader

波利比奥斯 · 历史 §31.24.1-31.24.12

波利比乌斯的协助承诺与西庇阿的誓言

第 1198 段,共 1311 段 · 希腊语

内容简介

波利比乌斯对西庇阿的话感到惊讶,但他赞赏西庇阿的宏大抱负,并承诺全力支持他。深受感动的西庇阿誓言要与波利比乌斯结为终生伴侣与挚友。

§31.24.1ὁ δὲ Πολύβιος ξενισθεὶς τῇ τοῦ μειρακίου καταρχῇ τῶν λόγων· οὐ γὰρ εἶχε πλέον ἐτῶν ὀκτωκαίδεκα τότε·
而波利比乌斯对这年轻人的话语开端感到惊讶;因为当时他还没有超过十八岁。
" §31.24.2μὴ πρὸς θεῶν, Σκιπίων," ἔφη, "μηδὲ λέγε ταῦτα μηδʼ ἐν νῷ λάμβανε ταῦτα τὸ παράπαν.
他说道: “因神之名,西庇阿,绝不要说这些话,也绝不要把这些事放在心上。
§31.24.3οὐδὲ γὰρ καταγινώσκων οὔτε παραπέμπων ἐγώ σε ποιῶ τοῦτο, πολλοῦ γε δεῖν, ἀλλὰ τῷ πρεσβύτερον εἶναι τὸν ἀδελφὸν ἔν τε ταῖς ὁμιλίαις ἄρχομαί τʼ ἀπʼ ἐκείνου καὶ λήγω πάλιν εἰς ἐκεῖνον ἔν τε ταῖς ἀποφάσεσι καὶ συμβουλίαις πρὸς ἐκεῖνον ἀπερείδομαι, δοκῶν καὶ σὲ τῆς αὐτῆς μετέχειν γνώμης ἐκείνῳ.
因为我这样做,绝非因为轻视或冷落你,远非如此,而是因为你的哥哥年长,所以在谈话中我从他开始,又在他那里结束,在作决定和提供建议时我也倚重于他,以为你也与他持有相同的看法。
§31.24.4σοῦ γε μὴν ἄγαμαι νῦν ἀκούων, ὅτι δοκεῖ σοι λυπηρὸν τὸ πραΰτερον εἶναι τοῦ καθήκοντος τοῖς ἐκ ταύτης τῆς οἰκίας ὁρμωμένοις· δῆλος γὰρ εἶ διὰ τούτων μέγα φρονῶν.
然而,现在听你说道,对于出身这个家族的人来说,比应当的更加消极是令人痛苦的,我对此由衷赞赏;因为通过这些话,显而易见你抱有伟大的志向。
§31.24.5ἐγὼ δὲ κἂν αὐτὸς ἡδέως σοι συνεπιδοίην ἐμαυτὸν καὶ συνεργὸς γενοίμην εἰς τὸ καὶ λέγειν τι καὶ πράττειν ἄξιον τῶν προγόνων.
而我自己也乐意全身心地投入于你,并成为你的合作者,去说去配合做一些配得上你先祖的事情。
§31.24.6περὶ μὲν γὰρ τὰ μαθήματα, περὶ ἃ νῦν ὁρῶ σπουδάζοντας ὑμᾶς καὶ φιλοτιμουμένους, οὐκ ἀπορήσετε τῶν συνεργησόντων ὑμῖν ἑτοίμως, καὶ σοὶ κἀκείνῳ· §31.24.7πολὺ γὰρ δή τι φῦλον ἀπὸ τῆς Ἑλλάδος ἐπιρρέον ὁρῶ κατὰ τὸ παρὸν τῶν τοιούτων ἀνθρώπων.
因为关于你们现在正热心并争相致力的学问,你们——无论是你还是他——都不会缺少乐意协助你们的人;因为我看到目前确实有很大一群这样的希腊人正涌入这里。
§31.24.8εἰς δὲ τὰ λυποῦντά σε νῦν καὶ μάλιστα, καθὼς φής, δοκῶ μηδένα συναγωνιστὴν καὶ συνεργὸν ἄλλον εὑρεῖν ἂν ἡμῶν ἐπιτηδειότερον.
但是,对于你现在最感到痛苦的事情,正如你所说,我认为你找不到比我们更合适的同盟者和合作者了。
§31.24.9"ἔτι δὲ ταῦτα λέγοντος τοῦ Πολυβίου, λαβόμενος ἀμφοτέραις χερσὶ τῆς δεξιᾶς αὐτοῦ καὶ πιέσας ἐμπαθῶς "εἰ γὰρ ἐγὼ ταύτην," φησίν, "ἴδοιμι τὴν ἡμέραν, ἐν ᾗ σὺ πάντα τἄλλα δεύτερα θέμενος ἐμοὶ προσέξεις τὸν νοῦν καὶ μετʼ ἐμοῦ συμβιώσεις·
” 波利比乌斯还在说着这些话时,西庇阿用双手握住他的右手,动情地紧捏着说道:“啊,但愿我能看到那一天,你把其他所有事情都放在次要位置,将心思放在我身上,与我共同生活!
§31.24.10δόξω γὰρ αὐτόθεν εὐθέως ἐμαυτῷ καὶ τῆς οἰκίας ἄξιος εἶναι καὶ τῶν προγόνων.
因为从那一刻起,我立刻就会觉得自己配得上这个家族和先祖了。
§31.24.11"ὁ δὲ Πολύβιος τὰ μὲν ἔχαιρε, θεωρῶν τὴν ὁρμὴν καὶ τὴν ἀποδοχὴν τοῦ μειρακίου, τὰ δὲ διηπορεῖτο, λαμβάνων ἐν νῷ τὴν ὑπεροχὴν τῆς οἰκίας καὶ τὴν εὐκαιρίαν τῶν ἀνδρῶν.
” 而波利比乌斯一方面感到高兴,看到这个年轻人的热情和对他的接纳,另一方面又深感困惑,考虑到这个家族的显赫和这些人的权势。
§31.24.12πλὴν ἀπό γε ταύτης τῆς ἀνθομολογήσεως οὐκέτι τὸ μειράκιον ἐχωρίσθη τοῦ Πολυβίου, πάντα δʼ ἦν αὐτῷ δεύτερα τῆς ἐκείνου συμπεριφορᾶς.
然而,自这次相互表白起,这年轻人再也没有离开过波利比乌斯,对他来说,与波利比乌斯的交往相比,其他一切都成了次要的。

词汇与语法注释

  1. 31.24.3τῷ πρεσβύτερον εἶναι τὸν ἀδελφὸν — 带冠词不定式 `τῷ ... εἶναι` 用作原因与格(“因为……年长”)。对格的 `τὸν ἀδελφὸν` 作该不定式的逻辑主语,`πρεσβύτερον` 为其表语补足语。
  2. 31.24.3πολλοῦ γε δεῖν — 带有不定式 `δεῖν` 的绝对不定式惯用表达,在否定语境中表示强烈的否定,意为“绝非如此”或“相差甚远”。
  3. 31.24.4σοῦ γε μὴν ἄγαμαι νῦν ἀκούων — 动词 `ἄγαμαι`(赞赏)以属格(`σοῦ`)表示赞赏的对象,以分词(`ἀκούων`)表示赞赏的原因。在此意为“听到你(说……)而赞赏你”。
  4. 31.24.4δῆλος γὰρ εἶ ... μέγα φρονῶν — 由 `δῆλός εἰμι` 结合分词 `μέγα φρονῶν` 构成的个人人称结构。等同于非人称结构(如 `δῆλόν ἐστιν` 搭配对格与不定式),意为“显然你抱有伟大的志向”。
  5. 31.24.8εὑρεῖν ἂν — 依附于主语动词 `δοκῶ`(我认为)的不定式从句,带有 `ἂν` 用于间接引语中表示潜在希求法(`εὕροιμι ἄν`),意为“我认为(我们)无法找到……”。
  6. 31.24.9εἰ γὰρ ... ἴδοιμι — 质词组合 `εἰ γάρ` 后接希求法不定过去时 `ἴδοιμι` 表示未来可以实现的愿望(“但愿我能看见……”)。

引用这一段

波利比奥斯, 历史 §31.24.1-31.24.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:31.24.1-31.24.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。