§31.24.1ὁ δὲ Πολύβιος ξενισθεὶς τῇ τοῦ μειρακίου καταρχῇ τῶν λόγων· οὐ γὰρ εἶχε πλέον ἐτῶν ὀκτωκαίδεκα τότε·
But Polybius was surprised at the youth's beginning of his speech; for he was not more than eighteen years old at the time.
" §31.24.2μὴ πρὸς θεῶν, Σκιπίων," ἔφη, "μηδὲ λέγε ταῦτα μηδʼ ἐν νῷ λάμβανε ταῦτα τὸ παράπαν.
And he said: "In the name of the gods, Scipio, do not say such things, nor let them enter your mind at all.
§31.24.3οὐδὲ γὰρ καταγινώσκων οὔτε παραπέμπων ἐγώ σε ποιῶ τοῦτο, πολλοῦ γε δεῖν, ἀλλὰ τῷ πρεσβύτερον εἶναι τὸν ἀδελφὸν ἔν τε ταῖς ὁμιλίαις ἄρχομαί τʼ ἀπʼ ἐκείνου καὶ λήγω πάλιν εἰς ἐκεῖνον ἔν τε ταῖς ἀποφάσεσι καὶ συμβουλίαις πρὸς ἐκεῖνον ἀπερείδομαι, δοκῶν καὶ σὲ τῆς αὐτῆς μετέχειν γνώμης ἐκείνῳ.
For I do not do this because I condemn you or pass you by, far from it, but because your brother is older, I begin with him in our conversations and end with him again, and in opinions and counsels I rely on him, thinking that you also share the same opinion with him.
§31.24.4σοῦ γε μὴν ἄγαμαι νῦν ἀκούων, ὅτι δοκεῖ σοι λυπηρὸν τὸ πραΰτερον εἶναι τοῦ καθήκοντος τοῖς ἐκ ταύτης τῆς οἰκίας ὁρμωμένοις· δῆλος γὰρ εἶ διὰ τούτων μέγα φρονῶν.
Indeed, I admire you now as I hear you say that it seems painful to you to be quieter than is fitting for those who spring from this house; for you make it clear by these words that you have a great spirit.
§31.24.5ἐγὼ δὲ κἂν αὐτὸς ἡδέως σοι συνεπιδοίην ἐμαυτὸν καὶ συνεργὸς γενοίμην εἰς τὸ καὶ λέγειν τι καὶ πράττειν ἄξιον τῶν προγόνων.
And I myself would gladly devote myself to you and become a helper to you in speaking and doing something worthy of your ancestors.
§31.24.6περὶ μὲν γὰρ τὰ μαθήματα, περὶ ἃ νῦν ὁρῶ σπουδάζοντας ὑμᾶς καὶ φιλοτιμουμένους, οὐκ ἀπορήσετε τῶν συνεργησόντων ὑμῖν ἑτοίμως, καὶ σοὶ κἀκείνῳ· §31.24.7πολὺ γὰρ δή τι φῦλον ἀπὸ τῆς Ἑλλάδος ἐπιρρέον ὁρῶ κατὰ τὸ παρὸν τῶν τοιούτων ἀνθρώπων.
For as for the studies in which I now see you both busy and eager, you will have no lack of those who will readily assist you, both you and him; for indeed I see a very great multitude of such men streaming in from Greece at present.
§31.24.8εἰς δὲ τὰ λυποῦντά σε νῦν καὶ μάλιστα, καθὼς φής, δοκῶ μηδένα συναγωνιστὴν καὶ συνεργὸν ἄλλον εὑρεῖν ἂν ἡμῶν ἐπιτηδειότερον. §31.24.9"ἔτι δὲ ταῦτα λέγοντος τοῦ Πολυβίου, λαβόμενος ἀμφοτέραις χερσὶ τῆς δεξιᾶς αὐτοῦ καὶ πιέσας ἐμπαθῶς "εἰ γὰρ ἐγὼ ταύτην," φησίν, "ἴδοιμι τὴν ἡμέραν, ἐν ᾗ σὺ πάντα τἄλλα δεύτερα θέμενος ἐμοὶ προσέξεις τὸν νοῦν καὶ μετʼ ἐμοῦ συμβιώσεις·
But as to the things that trouble you now, and most of all, as you say, I think you could find no other comrade and helper more suitable than us." While Polybius was still saying these things, Scipio took Polybius's right hand with both of his and pressing it passionately, said: "Oh, if only I might see that day when you, setting all other things second, will direct your mind to me and live with me!
§31.24.10δόξω γὰρ αὐτόθεν εὐθέως ἐμαυτῷ καὶ τῆς οἰκίας ἄξιος εἶναι καὶ τῶν προγόνων. §31.24.11"ὁ δὲ Πολύβιος τὰ μὲν ἔχαιρε, θεωρῶν τὴν ὁρμὴν καὶ τὴν ἀποδοχὴν τοῦ μειρακίου, τὰ δὲ διηπορεῖτο, λαμβάνων ἐν νῷ τὴν ὑπεροχὴν τῆς οἰκίας καὶ τὴν εὐκαιρίαν τῶν ἀνδρῶν.
For immediately from that moment I shall seem to myself to be worthy of both my house and my ancestors." But Polybius, while on one hand he rejoiced, seeing the eagerness and reception of the youth, on the other hand was deeply perplexed, taking into mind the greatness of the house and the high position of its men.
§31.24.12πλὴν ἀπό γε ταύτης τῆς ἀνθομολογήσεως οὐκέτι τὸ μειράκιον ἐχωρίσθη τοῦ Πολυβίου, πάντα δʼ ἦν αὐτῷ δεύτερα τῆς ἐκείνου συμπεριφορᾶς.
Nevertheless, from this mutual confession onward, the youth was never again separated from Polybius, and all other things were second to him in comparison with Polybius's companionship.