§31.21.1ὅτι κατὰ τὴν Λιβύην Μασαννάσας θεωρῶν τὸ πλῆθος τῶν πόλεων τῶν περὶ τὴν μικρὰν Σύρτιν ἐκτισμένων καὶ τὸ κάλλος τῆς χώρας, ἣν καλοῦσιν Ἐμπόρια, καὶ πάλαι τὸ πλῆθος τῶν προσόδων τῶν γινομένων ἐν τούτοις τοῖς τόποις ὀφθαλμιῶν, §31.21.2ἐπεβάλετο καταπειράζειν τῶν Καρχηδονίων οὐ πολλοῖς ἀνώτερον χρόνοις τῶν νῦν λεγομένων καιρῶν.
In Libya, Masinissa, observing the great number of cities built around the Lesser Syrtis and the beauty of the district which they call Emporia, and having long cast a covetous eye on the abundance of the revenues arising from these places, undertook to make an attempt upon the Carthaginians at a time not much prior to that now under discussion.
τῆς μὲν οὖν χώρας ταχέως ἐγενήθη κύριος, §31.21.3ἅτε τῶν ὑπαίθρων κρατῶν διὰ τὸ τοὺς Καρχηδονίους αἰεὶ μὲν ἀλλοτρίους ὑπάρχειν τῆς ἐν τῇ γῇ χρείας, τότε δὲ καὶ τελέως ἐκτεθηλύνθαι διὰ τὴν πολυχρόνιον εἰρήνην· §31.21.4τῶν δὲ πόλεων οὐκ ἠδυνήθη γενέσθαι κύριος διὰ τὸ τοὺς Καρχηδονίους ἐπιμελῶς τηρεῖν αὐτάς.
Of the territory, indeed, he quickly became master, since he was superior in the open field, because the Carthaginians had always been unaccustomed to land service, and at that time had also been completely enervated by the long peace; but of the cities he was unable to make himself master, because the Carthaginians guarded them with great care.
§31.21.5ἀμφοτέρων δὲ ποιουμένων τὴν ἀναφορὰν ἐπὶ τὴν σύγκλητον ὑπὲρ τῶν ἀμφισβητουμένων, καὶ πρεσβευτῶν πολλάκις ἐληλυθότων διὰ ταῦτα παρʼ ἑκατέρων, §31.21.6αἰεὶ συνέβαινε τοὺς Καρχηδονίους ἐλαττοῦσθαι παρὰ τοῖς Ῥωμαίοις, οὐ τοῖς δικαίοις, ἀλλὰ τῷ πεπεῖσθαι τοὺς κρίνοντας συμφέρειν σφίσι τὴν τοιαύτην γνώμην, §31.21.7ἐπείτοι χρόνοις οὐ πολλοῖς ἀνώτερον αὐτὸς ὁ Μασαννάσας διώκων τὸν Ἀφθῆρα τὸν ἀποστάτην μετὰ στρατοπέδου δίοδον ᾐτήσατο τοὺς Καρχηδονίους διὰ ταύτης τῆς χώρας, οἱ δʼ οὐχ ὑπήκουσαν, ὡς οὐδὲν αὐτῷ προσηκούσης.
When both parties made reference to the senate concerning the matters in dispute, and ambassadors had frequently come from each side on this account, it always happened that the Carthaginians came off worst before the Romans, not because of the justice of the case, but because the judges were convinced that such a decision was to their own interest, seeing that at a time not much earlier, Masinissa himself, when pursuing the rebel Aphther with an army, had asked the Carthaginians for a passage through this territory, and they had not complied, on the ground that it did not belong to him in any way.
οὐ §31.21.8μὴν ἀλλὰ τέλος εἰς τοῦτο συνεκλείσθησαν οἱ Καρχηδόνιοι διὰ τῶν ἀποφάσεων κατὰ τοὺς νῦν λεγομένους καιροὺς ὥστε μὴ μόνον τὰς πόλεις καὶ τὴν χώραν ἀποβαλεῖν, ἀλλὰ καὶ πεντακόσια τάλαντα προσθεῖναι τῆς καρπείας τῶν χρόνων, ἐξ οὗ συνέβη γενέσθαι τὴν ἀμφισβήτησιν.
Nevertheless, the Carthaginians were finally so hemmed in by the decisions at the time now mentioned, that they not only lost the cities and the territory, but had also to pay in addition five hundred talents for the produce of the land during the time since the dispute had arisen.