Humanitext Reader

波利比奥斯 · 历史 §31.2.1-31.2.14

德米特里归国请愿遭拒与元老院使节赴叙利亚

第 1176 段,共 1311 段 · 希腊语

内容简介

德米特里向罗马元老院请求免除人质身份并恢复叙利亚王位,但元老院决定继续扣留他,并派遣使节去削弱叙利亚的军事力量。

§31.2.1ὅτι Δημήτριος ὁ τοῦ Σελεύκου πολὺν ἤδη χρόνον κατεχόμενος ἐν τῇ Ῥώμῃ κατὰ τὴν ὁμηρείαν πάλαι μὲν ἐδόκει παρὰ τὸ δίκαιον κατέχεσθαι· §31.2.2δοθῆναι γὰρ ὑπὸ Σελεύκου τοῦ πατρὸς τῆς ἐκείνου πίστεως ἕνεκεν, Ἀντιόχου δὲ μετειληφότος τὴν βασιλείαν οὐκ ὀφείλειν ὑπὲρ τῶν ἐκείνου τέκνων ὁμηρεύειν.
塞琉古之子德米特里已经在罗马作为人质被扣留了很长时间,人们早就认为他被不公正地扣留了;因为他是被其父塞琉古作为忠诚的保证而送去的,既然安条克继承了王位,他就没有义务为安条克的子女继续充当人质。
§31.2.3οὐ μὴν ἀλλὰ τὸν μὲν πρὸ τοῦ χρόνον ἦγε τὴν ἡσυχίαν, καὶ μάλιστα διὰ τὴν ἀδυναμίαν· ἦν γὰρ ἔτι παῖς·
尽管如此,在此之前的时间里,他一直保持沉默,特别是由于无能为力,因为他当时还是个孩子。
§31.2.4τότε δὲ τὴν ἀκμαιοτάτην ἔχων ἡλικίαν ἐποιήσατο λόγους, εἰσελθὼν εἰς τὴν σύγκλητον, ἀξιῶν καὶ παρακαλῶν κατάγειν αὑτὸν ἐπὶ τὴν βασιλείαν· καθήκειν γὰρ αὑτῷ μᾶλλον ἢ τοῖς Ἀντιόχου τέκνοις τὴν ἀρχήν.
此时,他正值身强力壮的鼎盛之年,便进入元老院发表讲话,请求并恳切希望元老院能帮他复辟王位;因为他认为统治权更应该属于他,而不是安条克的子女。
§31.2.5διαθεμένου δὲ καὶ πλείονας λόγους αὐτοῦ πρὸς τὴν προειρημένην ὑπόθεσιν καὶ μάλιστα προσδραμόντος ἐν τῷ λέγειν, διότι συμβαίνει καὶ πατρίδα καὶ τροφὸν τὴν Ῥώμην ὑπάρχειν αὐτῷ, καὶ τοὺς μὲν υἱοὺς τῶν ἐκ τοῦ συνεδρίου σύμπαντας ἀδελφῶν ἔχειν διάθεσιν, τοὺς δὲ βουλευτὰς πατέρων διὰ τὸ παραγενέσθαι μὲν ἔτι νήπιος, τότε δὲ κατὰ τὴν ἡλικίαν ὑπάρχειν ἐτῶν εἴκοσι καὶ τριῶν, §31.2.6ἐνετρέποντο μὲν ἅπαντες ἀκούοντες ἐν ἑαυτοῖς, κοινῇ γε μὴν ἔδοξε τῇ συγκλήτῳ τὸν μὲν Δημήτριον κατασχεῖν, τῷ δὲ καταλελειμμένῳ παιδὶ συγκατασκευάζειν τὴν ἀρχήν.
当他针对上述主题发表了更多言论,并在讲话中特别感情充沛地指出,罗马既是他的祖国也是他的抚育者,他视议事会成员的所有子嗣为兄弟,视议员们为父亲,因为他还是个婴儿时就来到了这里,而此时他的年龄已经是二十三岁了,听者无不心中感到惭愧,但元老院一致决定将德米特里留下来,而为那名被留下的孩子巩固统治权。
τοῦτο δʼ ἐποίησεν, §31.2.7ὡς ἐμοὶ δοκεῖν, ὑπιδομένη τὴν ἀκμὴν τοῦ Δημητρίου, μᾶλλον δὲ κρίνασα συμφέρειν τοῖς σφετέροις πράγμασι τὴν νεότητα καὶ τὴν ἀδυναμίαν τοῦ παιδὸς τοῦ διαδεδεγμένου τὴν βασιλείαν.
元老院这样做,在我看来,是因为提防德米特里正值壮年,或者更是因为判定继承王位的孩子的年轻和无力对他们自己的利益更为有利。
§31.2.8ἐγένετο δὲ τοῦτο δῆλον ἐκ τῶν μετὰ ταῦτα συμβάντων.
而这一点从后来发生的事情中变得显而易见。
§31.2.9εὐθέως γὰρ καταστήσαντες πρεσβευτὰς τοὺς περὶ Γνάιον Ὀκτάουιον καὶ Σπόριον Λοκρήτιον καὶ Λεύκιον Αὐρήλιον ἐξέπεμψαν, τοὺς διοικήσοντας τὰ κατὰ τὴν βασιλείαν, §31.2.10ὡς αὐτὴ προῃρεῖτο διὰ τὸ μηδένα τὸν ἐμποδὼν στησόμενον εἶναι τοῖς ἐπιταττομένοις, τοῦ μὲν βασιλέως παιδὸς ὄντος, τῶν δὲ προεστώτων ἀσμενιζόντων ἐπὶ τῷ μὴ παραδεδόσθαι τὰ πράγματα τῷ Δημητρίῳ· μάλιστα γὰρ τοῦτο προσεδόκων.
因为他们立即任命并派遣了格奈乌斯·奥克塔维乌斯、斯普里乌斯·卢克莱修和卢基乌斯·奥雷利乌斯一行人为使节,去管理王国的事务,正如元老院自己所期望的那样,因为没有人会阻碍所下达的命令,既然国王是个孩子,而且当权者也为政权未被移交给德米特里而感到高兴;因为他们最担心的正是这一点。
§31.2.11οἱ μὲν οὖν περὶ τὸν Γνάιον ἐξώρμησαν, ἔχοντες ἐντολὰς πρῶτον μὲν τὰς ναῦς τὰς καταφράκτους διαπρῆσαι, μετὰ δὲ ταῦτα τοὺς ἐλέφαντας νευροκοπῆσαι καὶ καθόλου λυμήνασθαι τὴν βασίλειον δύναμιν.
于是,格奈乌斯一行出发了,他们带着命令,首先要烧毁有甲板的战船,随后割断大象的脚筋,并从根本上削弱王国的军事力量。
§31.2.12προσενετείλαντο δὲ τούτοις καὶ τὰ κατὰ τὴν Μακεδονίαν ἐπισκέψασθαι· συνέβαινε γὰρ τοὺς Μακεδόνας ἀήθεις ὄντας δημοκρατικῆς καὶ συνεδριακῆς πολιτείας στασιάζειν πρὸς αὑτούς.
元老院还向他们附加了指令,去察看马其顿的局势;因为马其顿人不习惯民主和议会制的政体,他们内部正在发生内讧。
§31.2.13ἔδει δὲ τοὺς περὶ τὸν Γνάιον καὶ τὰ περὶ τοὺς Γαλάτας καὶ τὰ κατὰ τὴν Ἀριαράθου βασιλείαν ἐποπτεῦσαι.
格奈乌斯一行还必须视察加拉太人的情况以及阿里亚拉塞斯王国的情况。
§31.2.14μετὰ δέ τινα χρόνον αὐτοῖς ἐπαπεστάλη γράμματα παρὰ τῆς συγκλήτου καὶ τοὺς ἐν Ἀλεξανδρείᾳ βασιλεῖς διαλῦσαι κατὰ δύναμιν.
一段时间后,元老院又向他们追加了信件,要求他们尽可能调解亚历山大里亚的君主们之间的冲突。

词汇与语法注释

  1. §31.2.2δοθῆναι — 依附于前文动词 ἐδόκει 的间接引语不定式,省略了宾格主语德米特里。与之并列的 οὐκ ὀφείλειν 结构相同。夹在中间的 Ἀντιόχου δὲ μετειληφότος 是属格绝对结构。
  2. §31.2.5διαθεμένου — 长大的属格绝对结构的开始部分。以 αὐτοῦ 为逻辑主语,并列了用 καί 连接的分词 διαθεμένου 和 προσδραμόντος。διότι 引导的从句则引入了他深情诉说的具体内容。
  3. §31.2.7ὡς ἐμοὶ δοκεῖν — 绝对不定式的惯用表达,插入文中以增加表示作者主观判断的局限(“在我看来”或“依我之见”)。
  4. §31.2.10αὐτή — 阴性单数人称(指示)代词。在上下文里指代前文(§31.2.6)中出现的阴性名词 σύγκλητος(元老院),并充当从句的主语。

引用这一段

波利比奥斯, 历史 §31.2.1-31.2.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:31.2.1-31.2.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。