§31.19.1ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἦλθε καὶ Γνάιος ὁ Μερόλας ἐκ τῆς Ἀλεξανδρείας, διασαφῶν τῷ βασιλεῖ διότι πρὸς οὐθὲν τῶν ἀξιουμένων προσελήλυθεν ὁ ἀδελφός, ἀλλά φησι δεῖν μένειν ἐπὶ τοῖς ἐξ ἀρχῆς διομολογουμένοις.
就在此时,格奈乌斯·梅罗拉也从亚历山大里亚赶来,向国王说明他的兄长对任何要求都未予首肯,反而声称应当遵守最初达成的协议。
§31.19.2ὁ δὲ βασιλεὺς ταῦτα διακούσας, εὐθέως προχειρισάμενος Κομανὸν καὶ Πτολεμαῖον τοὺς ἀδελφοὺς ἐξαπέστελλε πρεσβευτὰς εἰς τὴν Ῥώμην μετὰ τοῦ Γναΐου, διασαφήσοντας τῇ συγκλήτῳ περὶ τῆς τἀδελφοῦ πλεονεξίας καὶ καταφρονήσεως.
国王听闻这些情况后,立即任命了科马努斯和托勒密两兄弟,并派他们与格奈乌斯一同作为使节前往罗马,以便向元老院说明他兄长的贪婪与傲慢。
§31.19.3ἀπέλυσε δὲ κατὰ τὸν αὐτὸν καιρὸν καὶ τοὺς περὶ Τίτον ἀπράκτους ὁ πρεσβύτερος Πτολεμαῖος.
与此同时,年长的托勒密也让提图斯一伙人在一事无成的情况下离去。
§31.19.4καὶ τὰ μὲν κατὰ τὴν Ἀλεξάνδρειαν καὶ Κυρήνην ἐπὶ τούτων ἦν.
亚历山大里亚和昔兰尼的事态当时便处于这种状况。