Humanitext Reader

波利比奥斯 · 历史 §30.32.1-30.32.12

元老院拒绝释放阿凯亚被拘者与亲罗马派复权

第 1174 段,共 1311 段 · 希腊语

内容简介

阿凯亚联邦的使节请求罗马元老院对被拘留的阿凯亚人进行审判或将案件委托给联邦处理,但遭到元老院拒绝,导致希腊各地普遍绝望,而亲罗马派则借机重新得势。

§30.32.1ὅτι μετά τινα χρόνον εἰσῆλθον οἱ παρὰ τῶν Ἀχαιῶν πρέσβεις, ἔχοντες ἐντολὰς ἀκολούθως ταῖς ἀποκρίσεσιν, αἷς πρότερον ἔλαβον· §30.32.2αὗται δʼ ἦσαν διότι θαυμάζουσιν πῶς, ὑπὲρ ὧν αὐτοὶ κεκρίκασι, περὶ τούτων αὐτοὺς παρακαλοῦσιν κρίνειν.
过了一段时间,来自阿凯亚人的使节们走了进来,携带着与他们先前获得的答复相一致的指示;而这些答复的意思是,他们(罗马人)感到诧异,对于他们自己已经做出判决的事,为何(阿凯亚人)还请求他们做出判决。
§30.32.3διὸ τότε παρῆσαν οἱ περὶ τὸν Εὐρέαν, πάλιν ἐξ ἀρχῆς ἐμφανίζοντες διότι τὸ μὲν ἔθνος οὔτε δικαιολογουμένων ἀκήκοε τῶν κατῃτιαμένων οὔτε κρίσιν οὐδεμίαν πεποίηται περὶ αὐτῶν, §30.32.4τὴν δὲ σύγκλητον ἀξιοῖ πρόνοιαν ποιήσασθαι τῶν ἀνθρώπων, ἵνα κρίσεως τύχωσι καὶ μὴ καταφθαρῶσιν ἄκριτοι, §30.32.5καὶ μάλιστα μὲν αὐτὴν ἐξετάσασαν διασαφῆσαι τοὺς ἐνόχους ὄντας τοῖς ἐγκλήμασιν· εἰ δὲ διὰ τοὺς περισπασμοὺς αὐτὴ μὴ δύναται τοῦτο ποιῆσαι, τοῖς Ἀχαιοῖς ἐπιτρέψαι περὶ τοῦ πράγματος. οἳ πειράσονται μισοπονήρως χρήσασθαι τοῖς αἰτίοις.
因此,当时埃乌雷亚斯及其同僚们在场,再次从头说明:联盟既未听取被控诉者的辩护,也未对他们做出任何判决,而且联盟请求元老院关照这些人,使他们能够获得审判,而不至于在未经审判的情况下被毁灭,并且最好是元老院自身在调查后,明确指出对指控负有罪责的人;但如果因为其他繁杂的事务,元老院自身无法做到这一点,则将此事委托给阿凯亚人,他们将努力以嫉恶如仇的态度对待有罪之人。
§30.32.6ἡ δὲ σύγκλητος διακούσασα τῶν πρεσβευτῶν, ἀκολούθως ταῖς ἐντολαῖς διαλεγομένων, καὶ δυσχρηστοῦσα διὰ τὸ πανταχόθεν ἐξελέγχεσθαι· §30.32.7τό τε γὰρ κρίνειν οὐκ ἐνόμιζεν αὑτῇ καθήκειν, τό τε χωρὶς κρίσεως ἀπολύειν τοὺς ἄνδρας πρόδηλον ἔχειν ἐδόκει τὸν ὄλεθρον τοῖς φίλοις αὐτῶν· §30.32.8διόπερ ἀναγκαζομένη καὶ βουλομένη παρελέσθαι καθόλου τὴν ἐλπίδα τῶν πολλῶν ὑπὲρ τῆς τῶν κατεχομένων σωτηρίας, ἵνα συμμύσαντες πειθαρχῶσιν ἐν μὲν Ἀχαΐᾳ τοῖς περὶ τὸν Καλλικράτην, ἐν δὲ τοῖς ἄλλοις πολιτεύμασι τοῖς δοκοῦσιν εἶναι Ῥωμαίων, ἔγραψαν ἀπόκρισιν τοιαύτην, §30.32.9ὅτι ἡμεῖς οὐχ ὑπολαμβάνομεν συμφέρειν οὔτε τοῖς Ῥωμαίοις οὔτε τοῖς ὑμετέροις δήμοις τούτους τοὺς ἄνδρας ἐπανελθεῖν εἰς οἶκον.
然而,元老院在听取了按照指示发言的使节们的陈述后,因在各方面都被驳倒而陷入困境;因为一方面,元老院认为审判并不属于自己的职责,另一方面,在未经审判的情况下释放这些人,似乎显然会给他们(罗马人)的朋友们带来毁灭;因此,元老院被迫且也希望彻底剥夺民众对被拘留者获救的希望,以便他们能闭上眼睛[甘心]服从——在阿凯亚服从卡利克拉特斯及其党羽,在其他政体中服从那些被认为是亲罗马的人——他们写下了这样的答复: “我们不认为这些人的归国对于罗马人或你们的民众是有利的。
§30.32.10ταύτης δὲ τῆς ἀποκρίσεως ἐκπεσούσης, οὐ μόνον περὶ τοὺς ἀνακεκλημένους ἐγένετό τις ὁλοσχερὴς ἀθυμία καὶ παράλυσις τῆς ψυχῆς, ἀλλὰ καὶ περὶ τοὺς Ἕλληνας ὡσανεὶ κοινόν τι πένθος, ἅτε δοκούσης τῆς ἀποκρίσεως ὁλοσχερῶς ἀφαιρεῖσθαι τὴν ἐλπίδα τῆς σωτηρίας τῶν ἀκληρούντων.
” 当这份答复公布时,不仅被召至罗马的人们陷入了彻底的沮丧和精神瘫痪,而且在希腊人中也产生了一种共同的哀悼,因为这份答复似乎彻底剥夺了不幸者获救的希望。
§30.32.11κατὰ δὲ τὴν Ἑλλάδα διαγγελθείσης τῆς ἀποκρίσεως τῆς τοῖς Ἀχαιοῖς δεδομένης ὑπὲρ τῶν καταιτιαθέντων, τὰ μὲν πλήθη συνετρίβη ταῖς διανοίαις, καί τις οἷον ἀπελπισμὸς ὑπέδραμεν τοὺς ἀνθρώπους, §30.32.12οἱ δὲ περὶ τὸν Χάροπα καὶ Καλλικράτην καὶ πάντες οἱ τῆς αὐτῆς ὑποθέσεως προεστῶτες μετέωροι πάλιν ἐγενήθησαν.
随着给予阿凯亚人关于被控诉者的答复在希腊各地传开,民众的意志崩溃了,一种绝望情绪悄然笼罩了人们,而哈罗普斯、卡利克拉特斯及其党羽,以及所有主导同一路线的人,则再次气势大振。

词汇与语法注释

  1. 30.32.2αὗται δʼ ἦσαν διότι θαυμάζουσιν πῶς, ὑπὲρ ὧν αὐτοὶ κεκρίκασι, περὶ τούτων αὐτοὺς παρακαλοῦσιν κρίνειν. — 代词 `αὐτοὶ`(`κεκρίκασι` 的主语)和 `αὐτοὺς`(不定式 `κρίνειν` 的逻辑主语)均指罗马人(元老院)。这反映了元老院诡辩式的推诿逻辑:“对于我们自己已经(通过拘留等事实)做出决定的事,为什么(阿凯亚人)还请求我们(罗马人)重新做出判决?”
  2. 30.32.8ἔγραψαν — 尽管语法主语是单数名词 `ἡ δὲ σύγκλητος` (§30.32.6),但动词却使用了复数形式 `ἔγραψαν`。这是“依意一致”(constructio ad sensum)的典型例子,即将集体名词“元老院”视为由多个元老院议员(他们)组成的群体。
  3. 30.32.8συμμύσαντες — 不及物动词 `συμμύω`(闭眼)的不定过去主动分词,在此处作比喻用法,意为“闭上眼睛”,即“顺从地、毫无抗议地、甘心听从地”。

引用这一段

波利比奥斯, 历史 §30.32.1-30.32.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:30.32.1-30.32.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。