Humanitext Reader

波利比奥斯 · 历史 §30.8.1-30.8.8

罗得斯亲马其顿派领袖的苟且行径与败露

第 1150 段,共 1311 段 · 希腊语

内容简介

作者谴责了在罪证确凿的情况下依然苟且偷生并极力否认的罗得斯亲马其顿派领袖戴农等人,并详细叙述了其下属托阿斯被捕并招供、从而彻底揭露其叛国阴谋的经过。

§30.8.1φοί, παρὰ δὲ Ῥοδίοις Δείνων καὶ Πολυάρατος.
们,而在罗得斯人中则是戴农和波利亚拉托斯。
ὧν τίς οὐκ ἂν καταμέμψαιτο τὴν προαίρεσιν;
对于他们的抉择,谁能不加以指责呢?
οἳ πρῶτον μὲν τοὺς πολίτας συνίστορας ἔχοντες πάντων τῶν σφίσι πεπραγμένων καὶ τῶν εἰρημένων, ἔπειτα δὲ τῶν γραμμάτων ἑαλωκότων καὶ πεφωτισμένων καὶ τῶν παρὰ τοῦ Περσέως πρὸς ἐκείνους διαπεμπομένων καὶ τῶν πρὸς τὸν Περσέα παρʼ ἐκείνων, §30.8.2ἅμα δὲ καὶ τῶν ἀνθρώπων ὑποχειρίων γεγονότων τῶν διαπεμπομένων παρʼ ἑκατέρων καὶ πρὸς ἑκατέρους, οὐχ οἷοί τʼ ἦσαν εἴκειν οὐδʼ ἐκποδὼν ποιεῖν ἑαυτούς, ἀλλʼ ἀκμὴν ἠμφισβήτουν.
首先,他们的公民同胞是他们一切所作所为和所言所语的见证者;其次,他们的信件已被截获并昭示于天下,无论是珀尔修斯寄给他们的,还是他们寄给珀尔修斯的,同时,双方互相派遣的使者也已落入人手,但他们既无法屈服,也无法避开,反而依然在极力抗辩。
§30.8.3τοιγαροῦν προσκαρτεροῦντες καὶ φιλοζωοῦντες πρὸς ἀπεγνωσμένας ἐλπίδας καὶ τὸ δοκοῦν εἶναι περὶ αὐτοὺς τολμηρὸν καὶ παράβολον ἀνέτρεψαν, ὥστε παρὰ τοῖς ἐπιγινομένοις μηδʼ ἔσχατον ἐλέῳ καὶ συγγνώμῃ τόπον καταλιπεῖν.
因此,由于他们苟且偷生、执着于绝望的幻想,彻底颠覆了他们先前被认为具有的勇敢和冒险精神,以至于在后世子孙中没有留下任何同情和宽恕的余地。
§30.8.4ἐλεγχόμενοι γὰρ κατὰ πρόσωπον ὑπὸ τῶν ἰδίων χειρογράφων καὶ τῶν ὑπουργῶν οὐ μόνον ἀτυχεῖν, ἔτι δὲ μᾶλλον ἀναισχυντεῖν ἔδοξαν.
因为在他们自己的亲笔信件和下属门徒的当面对证下,他们不仅被认为是遭遇不幸,更被认为是不知羞耻。
§30.8.5Θόας γάρ τις ἦν τῶν πλοϊζομένων, ὃς καὶ πολλάκις εἰς τὴν Μακεδονίαν ἐπεπλεύκει, διαπεσταλμένος ὑπὸ τῶν προειρημένων.
原来,在航海的人中有一个叫托阿斯的人,他曾多次航行到马其顿,是由前述那些人派遣的。
§30.8.6οὗτος ἐν τῇ μεταβολῇ τῶν πραγμάτων συνειδὼς αὑτῷ τὰ πεπραγμένα, δείσας ἀπεχώρησεν εἰς τὴν Κνίδον.
此人在事态转变时深知自己所犯的勾当,因感到恐惧而逃往克尼多斯。
τῶν δὲ Κνιδίων αὐτὸν εἰς φυλακὴν ἀποθεμένων, ἐξαιτηθεὶς ὑπὸ τῶν Ῥοδίων ἦλθεν εἰς τὴν Ῥόδον.
当克尼多斯人将他关入监狱后,罗得斯人要求引渡他,他便被送到了罗得斯。
§30.8.7κἀκεῖ διὰ τῶν βασάνων ἐλεγχόμενος ἀνθωμολογεῖτο καὶ σύμφωνος ἦν πᾶσι τοῖς ἐκ τῶν αἰχμαλώτων γραμμάτων συνθήμασιν, ὁμοίως δὲ καὶ ταῖς ἐπιστολαῖς ταῖς παρά τε τοῦ Περσέως ἀποστελλομέναις πρὸς τὸν Δείνωνα καὶ Πολυάρατον καὶ παρὰ τούτων πρὸς ἐκεῖνον.
在那里,他经受严刑拷打,供认不讳,其证词与截获信件中的所有密报完全吻合,同时也与珀尔修斯寄给戴农和波利亚拉托斯的信件以及他们寄给珀尔修斯的信件一致。
§30.8.8ἐξ ὧν θαυμάζειν ἦν τίνι ποτὲ λογισμῷ χρώμενος ὁ Δείνων προσανεῖχε τῷ ζῆν καὶ τὸν παραδειγματισμὸν ὑπέμενε τοῦτον.
由此,人们不禁感到惊异:戴农究竟是抱着怎样的想法,竟然如此苟全性命,并忍受这般的公开羞辱。

词汇与语法注释

  1. 30.8.1φοί — 与前一个分块末尾的 `ἀδελ` 结合,构成名词 `ἀδελφοί`(“兄弟们”)。
  2. 30.8.1τῶν γραμμάτων ἑαλωκότων — 由属格名词和分词构成的属格绝对独立结构。随后的 `τῶν παρὰ τοῦ Περσέως...` 与其并列,在语境中表示让步(“尽管……”)。
  3. 30.8.3τὸ δοκοῦν εἶναι περὶ αὐτοὺς τολμηρὸν καὶ παράβολον — 动词 `ἀνέτρεψαν` 的宾语,意为“关于他们曾被认为勇敢和冒险的特质(名声)”。
  4. 30.8.8θαυμάζειν ἦν — 无人称句,由 `ἦν`(`ἔστι` 的未完成过去式)后接不定式 `θαυμάζειν` 构成,意为“(当时)令人不得不感到惊异”。

引用这一段

波利比奥斯, 历史 §30.8.1-30.8.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:30.8.1-30.8.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。