§30.10.1ἐξ ὧν μάλιστα κατίδοι τις ἂν ἅμα τὴν ὀξύτητα καὶ τὴν ἀβεβαιότητα τῆς τύχης, ὅταν ἃ μάλιστʼ ἄν τις αὑτοῦ χάριν οἴηται διαπονεῖν, ταῦτα παρὰ πόδας εὑρίσκηται τοῖς ἐχθροῖς κατασκευάζων·
从这些事中,人们最能同时看清命运的急剧与无常:当一个人以为自己是在最努力地为自己辛勤劳作时,却转瞬发现自己实际上是在为敌人作准备。
§30.10.2κίονας γὰρ κατεσκεύαζε Περσεύς, καὶ ταύτας καταλαβὼν ἀτελεῖς Λεύκιος Αἰμίλιος ἐτελείωσε καὶ τὰς ἰδίας εἰκόνας ἐπέστησεν. —
因为彼尔修斯曾建造了一些柱子,而卢基乌斯·埃米利乌斯发现它们尚未完工,便将其完成,并在上面立起了自己的肖像。
§30.10.3ὁ δὲ θαυμάσας τὴν τῆς πόλεως θέσιν καὶ τὴν τῆς ἀκροπόλεως εὐκαιρίαν πρός τε τοὺς ἐντὸς Ἰσθμοῦ καὶ πρὸς τοὺς ἐκτὸς ἀπολαμβανομένους τόπους. —
而他惊叹于该城的地理位置,以及该城卫城对于地峡内外被阻隔之地域所具有的优越地势。
§30.10.4Ἐπισημηνάμενος δὲ τοῦ Σικυῶνος τὴν ὀχυρότητα καὶ τὸ βάρος τῆς τῶν Ἀργείων πόλεως ἦλθεν εἰς Ἐπίδαυρον. —
在留意到西基翁的坚固和阿耳戈斯人都市的威势之后,他前往了埃皮道鲁斯。
§30.10.5πάλαι μετέωρος ὢν πρὸς τὴν τῆς Ὀλυμπίας θέαν ὥρμησε. —
Πολύβιος·
他早就渴望一睹奥林匹亚的风采,于是便动身前往。
§30.10.6Λεύκιος Αἰμίλιος παρῆν εἰς τὸ τέμενος τὸ ἐν Ὀλυμπίᾳ, καὶ τὸ ἄγαλμα θεασάμενος ἐξεπλάγη καὶ τοσοῦτον εἶπεν ὅτι μόνος αὐτῷ δοκεῖ Φειδίας τὸν παρʼ Ὁμήρῳ Δία μεμιμῆσθαι, διότι μεγάλην ἔχων προσδοκίαν τῆς Ὀλυμπίας μείζω τῆς προσδοκίας εὑρηκὼς εἴη τὴν ἀλήθειαν. —
波利比乌斯:卢基乌斯·埃米利乌斯来到了奥林匹亚的圣域,在瞻仰了神像后惊叹不已,并只说了这样一句话:在他看来,唯有菲迪亚斯成功摹写了荷马笔下的宙斯,因为尽管他对奥林匹亚抱有极大的期待,却发现眼前的真实景象比他的期待还要宏伟。