Humanitext Reader

波利比奥斯 · 历史 §30.7.1-30.7.10

受指责的三派政治人物的下场

第 1149 段,共 1311 段 · 希腊语

内容简介

本节叙述了在珀尔修斯战争期间受到指责的三类政治力量的后续命运。内容包括将国政转向珀尔修斯的摩罗西亚领袖们的英勇牺牲、保持观望并为清白而辩护的亚该亚等国领袖的审判,以及在科斯和罗得斯等地虽支持马其顿但未能促成同盟的亲马其顿派人士的动向。

§30.7.1τὴν Περσέως συμμαχίαν.
……与珀尔修斯的同盟。
πῶς οὖν ἕκαστοι τούτων ἐχείρισαν τὰ καθʼ αὑτοὺς σκοπεῖν πάρεστιν.
那么,我们可以来看看这每一类人是如何处理他们自身的事务的。
§30.7.2μετέρριψαν πρὸς Περσέα τὸ τῶν Μολοττῶν ἔθνος Ἀντίνους καὶ Θεόδοτος καὶ Κέφαλος μετʼ αὐτῶν·
安提努斯、提奥多托斯以及与他们在一起的凯法洛斯,将摩罗西亚民族转向了珀尔修斯一方。
§30.7.3οἳ τῶν πραγμάτων ἀντιπεσόντων ταῖς ἐπιβολαῖς αὐτῶν ὁλοσχερῶς, καὶ περιστάντος τοῦ κινδύνου, καὶ συνεγγίζοντος τοῦ δεινοῦ, πάντες ὁμόσε χωρήσαντες τοῖς παροῦσιν ἀπέθανον γενναίως.
当事态与他们的计划完全相反、危险临头、危机迫近时,他们全体挺身迎向眼前的困境,英勇地死去了。
§30.7.4διόπερ ἄξιον ἐπαινεῖν τοὺς ἄνδρας ἐπὶ τῷ μὴ προέσθαι μηδὲ περιιδεῖν σφᾶς αὐτοὺς εἰς ἀναξίαν διάθεσιν ἐμπεσόντας τοῦ προγεγονότος βίου.
因此,值得称赞这些人没有自暴自弃,也没有听任自己陷入与过去生活不相称的卑贱境遇之中。
§30.7.5καὶ μὴν ἐν Ἀχαΐᾳ καὶ παρὰ Θετταλοῖς καὶ Περραιβοῖς ἔσχον αἰτίαν καὶ πλείους διὰ τὴν ἡσυχίαν, ὡς ἐφεδρεύοντες τοῖς καιροῖς καὶ φρονοῦντες τὰ Περσέως.
此外,在亚该亚、以及塞萨利人和佩赖比人中,也有许多人因其保持观望而受到指责,被认为是在窥伺时机,并心向珀尔修斯。
§30.7.6ἀλλʼ οὔτε λόγον ἐν τῷ μέσῳ τοιοῦτον ἐξέβαλον οὔτε γράφοντες οὔτε διαπεμπόμενοι πρὸς τὸν Περσέα περί τινος ἐφωράθησαν, ἀλλὰ διεφύλαξαν ἀνεπιλήπτους ἑαυτούς.
然而,他们既未在公共场合发表过此类言论,也未被发现在任何事情上向珀尔修斯写信或派遣使者,而是保持了自身的无可指责。
§30.7.7τοιγαροῦν εἰκότως οὗτοι καὶ δικαιολογίαν καὶ κρίσιν ὑπέμενον καὶ πάσας ἐξήλεγχον τὰς ἐλπίδας· §30.7.8οὐ γὰρ ἔλαττόν ἐστιν ἀγεννίας σημεῖον τὸ μηδὲν αὑτῷ συνειδότα μοχθηρὸν προεξάγειν ἐκ τοῦ ζῆν αὑτόν, ποτὲ μὲν τὰς τῶν ἀντιπολιτευομένων ἀνατάσεις καταπλαγέντα, ποτὲ δὲ τὴν τῶν κρατούντων ἐξουσίαν, τοῦ παρὰ τὸ καθῆκον φιλοζωεῖν.
因此,这些人理所当然地接受了辩白和审判,并尝试了所有的希望;因为,在并无问心有愧的情况下,因时而畏惧政敌的恐吓,时而畏惧掌权者的势力而自行结束生命,这与违背职责而苟且偷生一样,同样是怯懦的标志。
§30.7.9καὶ μὴν ἐν Ῥόδῳ καὶ Κῷ καὶ πλείοσιν ἑτέραις πόλεσιν ἐγένοντό τινες οἱ φρονοῦντες τὰ Περσέως, οἳ καὶ λέγειν ἐθάρρουν περὶ Μακεδόνων ἐν τοῖς ἰδίοις πολιτεύμασι καὶ κατηγορεῖν μὲν Ῥωμαίων καὶ καθόλου συνίστασθαι πρὸς τὸν Περσέα κοινοπραγίαν, οὐ δυνηθέντες δὲ μεταρρῖψαι τὰ πολιτεύματα πρὸς τὴν τοῦ βασιλέως συμμαχίαν.
此外,在罗得斯、科斯以及许多其他城市中,也存在一些心向珀尔修斯的人,他们甚至敢于在自己的城邦政体中谈论马其顿人,指责罗马人,并企图全面建立与珀尔修斯的联合行动,只是未能将城邦政权推向与国王的同盟。
§30.7.10τούτων δʼ ἦσαν ἐπιφανέστατοι παρὰ μὲν τοῖς Κῴοις Ἱππόκριτος καὶ Διομέδων ἀδελ
在这些人中,科斯人中最著名的是希波克里托斯和迪奥墨冬,他们是兄弟……

词汇与语法注释

  1. §30.7.4τοῦ προγεγονότος βίου — 该属格受形容词 `ἀνάξιος`(不相称的)支配,修饰 `ἀναξίαν διάθεσιν`,整体意为“与他们过去生活不相称的境遇”。
  2. §30.7.5ὡς ἐφεδρεύοντες — 连词 `ὡς` 与分词 `ἐφεδρεύοντες`(以及 `φρονοῦντες`)连用,表示控方所提出的主观理由或指控依据,意为“被认为是在窥伺时机……”。
  3. §30.7.8μηδὲν αὑτῷ συνειδότα — 宾格分词 `συνειδότα` 修饰 `αὑτόν`。源自习惯表达 `συνειδέναι ἑαυτῷ τι`(内心意识到某事),此处与否定词 `μηδέν` 连用,意为“内心没有意识到任何恶行(即问心无愧)”。
  4. §30.7.8τοῦ παρὰ τὸ καθῆκον φιλοζωεῖν — 该冠词性不定式的属格是取决于句首比较级 `ἔλαττον`(不少于/不亚于)的比较属格,用以将“眷恋生命”与主语不定式 `τὸ ... προεξάγειν`(自行结束生命)进行比较。

引用这一段

波利比奥斯, 历史 §30.7.1-30.7.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:30.7.1-30.7.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。