§30.6.1ὅτι φησὶ Πολύβιος· πρότερον ἐπιστήσαντες τοὺς ἀναγινώσκοντας ἐπὶ τὴν περὶ Δείνωνος καὶ Πολυαράτου διάληψιν· §30.6.2μεγάλης γὰρ οὔσης τῆς περιστάσεως καὶ τῆς μεταβολῆς οὐ μόνον παρὰ τοῖς Ῥοδίοις, ἀλλὰ σχεδὸν ἁπάσαις ταῖς πολιτείαις, §30.6.3χρήσιμον ἂν εἴη τὸ τὰς προαιρέσεις τῶν παρʼ ἑκάστοις πολιτευομένων ἐπισκέψασθαι καὶ γνῶναι τίνες φανήσονται τὸ κατὰ λόγον πεποιηκότες καὶ τίνες παραπεπαικότες τοῦ καθήκοντος, ἵνα οἱ ἐπιγινόμενοι, §30.6.4ὡσανεὶ τύπων ἐκτιθεμένων, δύνωνται κατὰ τὰς ὁμοίας περιστάσεις τὰ μὲν αἱρετὰ διώκειν, τὰ δὲ φευκτὰ φεύγειν ἀληθινῶς, καὶ μὴ περὶ τὸν ἔσχατον καιρὸν τῆς ζωῆς ἀβλεπτοῦντες τὸ πρέπον καὶ τὰς ἐν τῷ προγεγονότι βίῳ πράξεις ταὐτὸν πάθωσιν.
波里比阿说,他在预先让读者注意到关于得农和波吕阿拉托斯的论述后,写道:因为不仅在罗得斯人中,而且在几乎所有的城邦中,形势和变革都是重大的,探讨各地执政者的抉择,并了解谁将显明是合理行事、而谁又是偏离了职责的,这将是有益的,以便后世的人们,如同有典范展示在面前一样,能够在类似的环境中追求值得选择的事物,真正逃避应当逃避的事物,并且不至于在生命的最后时刻,因对合宜的事物以及过去生活中的行为视而不见,而遭受同样的命运。
§30.6.5συνέβαινε τοιγαροῦν τρεῖς διαφορὰς γενέσθαι τῶν ἐμπεσόντων εἰς τὰς αἰτίας κατὰ τὸν πρὸς Περσέα πόλεμον.
因此,在对珀尔修斯战争期间陷入指控的人们当中,结果出现了三种不同的情况。
§30.6.6ὧν μία μὲν ἦν τῶν οὐχ ἡδέως μὲν ὁρώντων κρινόμενα τὰ ὅλα καὶ τὴν τῆς οἰκουμένης ἐξουσίαν ὑπὸ μίαν ἀρχὴν πίπτουσαν, οὔτε δὲ συνεργούντων οὔτʼ ἀντιπραττόντων ἁπλῶς Ῥωμαίοις οὐδέν, ἀλλʼ οἷον ἐπιτετραφότων τῇ τύχῃ περὶ τῶν ἀποβησομένων· §30.6.7ἑτέρα δὲ τῶν ἡδέως ὁρώντων κρινόμενα τὰ πράγματα καὶ βουλομένων νικᾶν τὸν Περσέα, μὴ δυναμένων δὲ συνεπισπᾶσθαι τοὺς ἰδίους πολίτας καὶ τοὺς ὁμοεθνεῖς πρὸς τὴν αὑτῶν γνώμην· §30.6.8τρίτη δὲ καὶ τῶν συνεπισπασαμένων καὶ μεταρριψάντων τὰ πολιτεύματα πρὸς
其中一类人,虽然不乐见全局决定、不愿看到整个世界的权力归入单一的统治之下,但他们对罗马人既不协助,也不直接反对,而是仿佛将结果听凭命运摆布;另一类人,则是乐见事态得到决定并希望珀尔修斯获胜,但却无法将自己的公民和同胞争取到他们这边的意见上来的人;第三类人,则是成功争取了众人、并将城邦政权推向……的人。