Humanitext Reader

波利比奥斯 · 历史 §30.31.1-30.31.20

阿斯图梅德斯的陈情与罗得斯罗马同盟的缔结

第 1173 段,共 1311 段 · 希腊语

内容简介

罗得斯使节阿斯图梅德斯向罗马元老院陈情,诉说本国遭受的惨重损失并恳求和解与缔结同盟。在刚归国的提贝里乌斯等人的证言支持下,罗得斯人成功与罗马结盟。

§30.31.1μετὰ δὲ ταῦτα προσκαλεσαμένη τοὺς Ῥοδίους διήκουε τούτων.
在此之后,元老院召集了罗得斯人并听取了他们的陈述。
§30.31.2ὁ δʼ Ἀστυμήδης εἰσελθὼν μετρίως ἔστη καὶ βέλτιον ἢ κατὰ τὴν πρὸ ταύτης πρεσβείαν· §30.31.3ἀφέμενος γὰρ τοῦ κατηγορεῖν τῶν ἄλλων ὥρμησεν ἐπὶ τὸ παραιτεῖσθαι, καθάπερ οἱ μαστιγούμενοι τὰς πληγάς, φάσκων ἱκανοῖς προστίμοις περιπεπτωκέναι τὴν πατρίδα καὶ μείζοσι τῆς ἁμαρτίας.
阿斯图梅德斯走进来,以谦和的态度站立,其表现比前一次出使时要好得多;因为他不再控告他人,而是转向恳求宽恕,如同被鞭打的人恳求免受击打一样,声称自己的祖国已经遭受了足够的惩罚,甚至超过了其过错。
καὶ προσθέμενος ἐξηγεῖτο τὰς ἐλαττώσεις, §30.31.4κεφαλαιωδῶς διεξιών, πρῶτον μὲν ὅτι Λυκίαν καὶ Καρίαν ἀπολωλέκασιν, εἰς ἣν ἐξ ἀρχῆς μὲν ἐδαπάνησαν χρημάτων ἱκανὸν πλῆθος, τριττοὺς πολέμους ἀναγκασθέντες πολεμεῖν αὐτοῖς, νυνὶ δὲ προσόδων ἐστέρηνται πολλῶν ὧν ἐλάμβανον παρὰ τῶν προειρημένων.
接着,他进一步阐述了他们所受的损失,概括地叙述道:首先,他们失去了吕基亚和卡里亚,起初他们被迫与这两地进行了三次战争,为此耗费了大量的资金,而现在他们却被剥夺了从上述地区获得的大量收入。
§30.31.5"ἀλλʼ ἴσωσ" ἔφη "ταῦτα μὲν ἔχει λόγον· καὶ γὰρ ἐδώκαθʼ ὑμεῖς αὐτὰ τῷ δήμῳ, μετὰ χάριτος διὰ τὴν εὔνοιαν, καὶ ἀφανίζοντες αὐτὰ κατὰ λόγον ἐδοκεῖτε τοῦτο πράττειν, ἐμπεσούσης τινὸς ὑποψίας καὶ διαφορᾶς ὑμῖν.
“但是也许,”他说,“这些事还是有道理的;因为这是你们自己出于好意,作为恩典赐予我们民众的,而当你们之间产生某种怀疑和分歧时,你们收回它们,在情理上似乎也说得通。
§30.31.6ἀλλὰ Καῦνον δήπου διακοσίων ταλάντων ἐξηγοράσαμεν παρὰ τῶν Πτολεμαίου στρατηγῶν καὶ Στρατονίκειαν ἐλάβομεν ἐν μεγάλῃ χάριτι παρʼ Ἀντιόχου τοῦ Σελεύκου· §30.31.7καὶ παρὰ τούτων τῶν πόλεων ἀμφοτέρων ἑκατὸν καὶ εἴκοσι τάλαντα τῷ δήμῳ πρόσοδος ἔπιπτε καθʼ ἕκαστον ἔτος.
但是,关于考诺斯,我们确实花了二百塔兰同从托勒密的将军们手中购得,而斯特拉托尼基亚则是我们作为极大的恩惠,从塞琉古之子安条克那里得到的;每年从这两个城市中,有一百二十塔兰同的收入归于我们民众。
τούτων ἁπασῶν ἐστερήμεθα τῶν προσόδων, §30.31.8θέλοντες πειθαρχεῖν τοῖς ὑμετέροις προστάγμασιν.
而我们现在却被剥夺了所有这些收入,只因我们愿意服从你们的命令。
§30.31.9ἐξ ὧν μείζονα φόρον ἐπιτεθείκατε τοῖς Ῥοδίοις τῆς ἀγνοίας ἢ Μακεδόσι τοῖς διὰ παντὸς πολεμίοις ὑμῖν ὑπάρξασι.
你们由此对罗得斯人因无知而犯下的错施加了惩罚,这甚至比对始终作为你们敌人的马其顿人还要沉重。
τὸ δὲ μέγιστον σύμπτωμα τῆς πόλεως· §30.31.10καταλέλυται γὰρ ἡ τοῦ λιμένος πρόσοδος ὑμῶν, Δῆλον μὲν ἀτελῆ πεποιηκότων, ἀφῃρημένων δὲ τὴν τοῦ δήμου παρρησίαν, διʼ ἧς καὶ τὰ κατὰ τὸν λιμένα καὶ τἄλλα πάντα τῆς πόλεως ἐτύγχανε τῆς ἁρμοζούσης προστασίας.
而这是我们城市最大的灾难:因为我们的港口收入已经崩溃,由于你们使提洛岛免税,并剥夺了我们民众的言论自由,而正是通过这种自由,港口事务以及城市的所有其他事务才得到了适当的维护。
§30.31.11ὅτι δὲ τοῦτʼ ἔστιν ἀληθὲς οὐ δυσχερὲς καταμαθεῖν· §30.31.12τοῦ γὰρ ἐλλιμενίου κατὰ τοὺς ἀνώτερον χρόνους εὑρίσκοντος ἑκατὸν μυριάδας δραχμῶν, νῦν ἀφῃρήκατε πεντεκαίδεκα μυριάδας, ὥστε καὶ λίαν, ὦ ἄνδρες Ῥωμαῖοι, τὴν ὑμετέραν ὀργὴν ἧφθαι τῶν κυρίων πόρων τῆς πόλεως.
这一点要理解并不难;因为在以前,港口税能达到一百万德拉克马,现在你们却使其减少到十五万,以至于,罗马人啊,你们的愤怒确实过度地触及了我们城市的主要财源。
§30.31.13εἰ μὲν οὖν συμβεβήκει πάνδημον γεγονέναι τὴν ἁμαρτίαν καὶ τὴν ἀλλοτριότητα τοῦ δήμου, τάχʼ ἴσως ἐδοκεῖτε κἂν ὑμεῖς εὐλόγως ἐπίμονον καὶ δυσπαραίτητον ἔχειν τὴν ὀργήν· §30.31.14εἰ δὲ σαφῶς ἴστε παντάπασιν ὀλίγους γεγονότας αἰτίους τῆς τοιαύτης ἀλογίας, καὶ τούτους ἅπαντας ἀπολωλότας ὑπʼ αὐτοῦ τοῦ δήμου, τί πρὸς τοὺς μηδὲν αἰτίους ἀκαταλλάκτως ἔχετε,
如果我们民众的过错和疏离是全体一致的,那么也许你们保持持久且难以消解的愤怒还算合乎情理;但如果你们明确知道,犯下如此愚蠢行径的责任人完全是极少数,而且他们全都被民众自己处死了,那你们为什么还要对那些毫无责任的人采取不可调和的态度呢?
§30.31.15καὶ ταῦτα πρὸς τοὺς ἄλλους ἅπαντας εἶναι δοκοῦντες πρᾳότατοι καὶ μεγαλοψυχότατοι;
更何况在面对其他所有人时,你们都被认为是极其温和与宽宏大量的。
§30.31.16διόπερ, ὦ ἄνδρες, ἀπολωλεκὼς ὁ δῆμος τὰς προσόδους, τὴν παρρησίαν, τὴν ἰσολογίαν, ὑπὲρ ὧν τὸν πρὸ τοῦ χρόνον πᾶν ἀναδεχόμενος διατετέλεκεν, §30.31.17ἀξιοῖ καὶ δεῖται πάντων ὑμῶν, ἱκανὰς ἔχων πληγάς, λήξαντας τῆς ὀργῆς διαλυθῆναι καὶ συνθέσθαι τὴν συμμαχίαν, ἵνα γένηται τοῦτο συμφανὲς ἅπασιν ὅτι τὴν μὲν ὀργὴν ἀποτέθεισθε τὴν πρὸς Ῥοδίους, ἀνακεχωρήκατε δʼ ἐπὶ τὴν ἐξ ἀρχῆς αἵρεσιν καὶ φιλίαν.
因此,诸位,我们民众失去了收入、言论自由以及平等发言权——而在以前,为了捍卫这些,我们民众始终承担着一切危险—— 如今承受了足够的打击,他们向你们所有人请求并哀求,希望你们平息愤怒,与我们和解并缔结同盟,从而使所有人都能看清,你们已经消除了对罗得斯人的愤怒,并回到了最初的立场和友谊。
τούτου γὰρ χρείαν ἔχει νῦν ὁ δῆμος, §30.31.18οὐ τῆς διὰ τῶν ὅπλων καὶ στρατιωτῶν συμμαχίας.
因为我们民众现在需要的正是这个,而非武器和士兵的同盟。
"ταῦτα μὲν οὖν καὶ τούτοις παραπλήσια διαλεχθεὶς Ἀστυμήδης ἐδόκει πρεπόντως τοῖς καιροῖς πεποιῆσθαι τοὺς λόγους·
”阿斯图梅德斯说了这些及类似的话,被认为作了一场符合时宜的演讲。
§30.31.19πλεῖστά γε μὴν συνήργησαν τοῖς Ῥοδίοις πρὸς τὸ τυχεῖν τῆς συμμαχίας οἱ περὶ τὸν Τεβέριον ἄρτι παραγεγονότες.
然而,在帮助罗得斯人获得同盟这件事上,刚刚归来的提贝里乌斯同僚起到了最大的协助作用。
§30.31.20οὗτοι γὰρ ἀπομαρτυρήσαντες πρῶτον μὲν πᾶσιν τοῖς τῆς συγκλήτου δόγμασι πεπειθαρχηκέναι τοὺς Ῥοδίους, ἔπειτα πάντας τοὺς αἰτίους τῆς ἀλλοτριότητος κατακεκρίσθαι θανάτου παρʼ αὐτοῖς, ἥττησαν τοὺς ἀντιλέγοντας καὶ ἐποιήσαντο τὴν πρὸς Ῥωμαίους συμμαχίαν. —
因为他们首先证实罗得斯人服从了元老院的所有决议,其次证实所有导致疏离的责任人在他们那里都已被判处死刑,从而击败了反对者,并与罗马人缔结了同盟。

词汇与语法注释

  1. 30.31.3καθάπερ οἱ μαστιγούμενοι τὰς πληγάς — “如同被鞭打的人恳求[免受]击打一样”。此比喻修饰 τὸ παραιτεῖσθαι(恳求免除)。τὰς πληγάς 可被视为与 μαστιγούμενοι 相关的关系宾格,或作为隐含的恳求动词的直接宾格。
  2. 30.31.10Δῆλον μὲν ἀτελῆ πεποιηκότων, ἀφῃρημένων δὲ τὴν τοῦ δήμου παρρησίαν — 属格独立结构,其逻辑主语是前句中的 ὑμῶν(你们,罗马人)。ἀφῃρημένων 是中被动分词,在此作主动意义使用(“夺去”),保留了双宾语结构中的物(τὴν παρρησίαν)作为宾格。
  3. 30.31.12νῦν ἀφῃρήκατε πεντεκαίδεκα μυριάδας — 根据历史事实(罗得斯的港口税收从100万德拉克马锐减至15万德拉克马),ἀφῃρήκατε(你们夺去了)应理解为“你们通过夺去大部分税收,使其减少到仅剩15万德拉克马”,或者“你们夺去了差额,只留下了15万”。

引用这一段

波利比奥斯, 历史 §30.31.1-30.31.20. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:30.31.1-30.31.20

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。