§30.29.1ὅτι κατὰ τὴν Πελοπόννησον, παραγενομένων τῶν πρεσβευτῶν καὶ διασαφούντων τὰ κατὰ τὰς ἀποκρίσεις, οὐκέτι θόρυβος ἦν, ἀλλʼ ὀργὴ καὶ μῖσος ἐκφανὲς πρὸς τοὺς περὶ τὸν Καλλικράτην.
ὅ提在伯罗奔尼撒,当使节们抵达并澄清了有关回复的细节时,混乱已不复存在,取而代之的是对卡利克拉特斯及其党羽的公开愤怒和仇恨。
— §30.29.2ὅτι τοῦ περὶ Καλλικράτην μίσους καὶ Ἀνδρωνίδαν καὶ τοὺς λοιποὺς τοὺς ὁμογνώμονας τούτων οὕτως ἄν τις τεκμήραιτο.
— ὅτι 人们可以从以下这件事中,推测出对卡利克拉特斯、安德罗尼达斯以及其他与他们同谋的人的仇恨程度。
§30.29.3τῆς γὰρ τῶν Ἀντιγονείων πανηγύρεως ἐν τῷ Σικυῶνι συντελουμένης, καὶ τῶν βαλανείων ἁπάντων ἐχόντων τάς τε κοινὰς μάκτρας καὶ πυέλους ταύταις παρακειμένας, εἰς ἃς οἱ κομψότεροι τῶν ἀνθρώπων εἰώθασι κατʼ ἰδίαν ἐμβαίνειν, §30.29.4εἰς ταύτας ὅτε τις καθείη τῶν περὶ τὸν Ἀνδρωνίδαν καὶ Καλλικράτην, οὐδεὶς ἐτόλμα τῶν ἐφεστώτων ἔτι καθιέναι, πρὶν ἢ τὸν βαλανείτην τὸ μὲν ὑπάρχον ὕδωρ ἀφεῖναι πᾶν, ἕτερον δὲ καθαρὸν ἐγχέαι.
因为当安提戈涅亚节在西锡安举行时,所有的公共浴场都设有公共的大汤盆,以及紧邻其旁的私用浴缸,较文雅的人习惯于独自进入这些浴缸,每当安德罗尼达斯和卡利克拉特斯党羽中的某个人浸入这些浴缸时,在场的其他人便再也不敢进去了,直到浴场管理员将原本的水放掉,并注入其他干净的水为止。
§30.29.5τοῦτο δʼ ἐποίουν, ὑπολαμβάνοντες ὡσανεὶ μιαίνεσθαι καθιέντες εἰς ταὐτὸ τοῖς προειρημένοις ὕδωρ.
他们之所以这样做,是因为他们认为,如果浸入与上述那些人相同的水中,自己仿佛就会被污染。
§30.29.6τοὺς δὲ συριγμοὺς τοὺς ἐν ταῖς κοιναῖς πανηγύρεσι τῶν Ἑλλήνων καὶ τοὺς χλευασμούς, ὅτε τις ἐπιβάλοιτο κηρύττειν τινὰ τῶν προειρημένων, οὐδʼ ἂν ἐξηγήσαιτο ῥᾳδίως οὐδείς.
至于在希腊人的公共节日里,每当有人试图公开宣读上述任何一人的名字时,所引起的嘘声和嘲弄,是谁也无法轻易描述的。
§30.29.7ἐθάρρει δὲ καὶ τὰ παιδάρια κατὰ τὰς ὁδοὺς ἐκ τῶν διδασκαλείων ἐπανάγοντα κατὰ πρόσωπον αὐτοὺς προδότας ἀποκαλεῖν.
甚至连放学走在路上的小孩子们,也敢当面称他们为叛徒。
τοιαύτη τις ὑπέδραμε προσκοπὴ καὶ μῖσος κατὰ τῶν προειρημένων.
对上述那些人的反感和仇恨,就是这样悄然滋生的。