§30.22.1Λεύκιος δὲ Ἀνίκιος, καὶ αὐτὸς Ῥωμαίων στρατηγήσας, Ἰλλυριοὺς καταπολεμήσας καὶ αἰχμάλωτον ἀγαγὼν Γένθιον τὸν τῶν Ἰλλυριῶν βασιλέα σὺν τοῖς τέκνοις, ἀγῶνας ἐπιτελῶν τοὺς ἐπινικίους ἐν τῇ Ῥώμῃ παντὸς γέλωτος ἄξια πράγματα ἐποίησεν, ὡς Πολύβιος ἱστορεῖ ἐν τῇ τριακοστῇ.
卢基乌斯·阿尼基乌斯,他自己也曾任罗马统帅,击败了伊利里亚人,并将伊利里亚国王根蒂乌斯及其子女作为俘虏带回,在罗马举行凯旋竞技会时,做出了一些极具笑料、令人啼笑皆非的事情,正如波里比阿在第三十卷中所记载的那样。
§30.22.2μεταπεμψάμενος γὰρ τοὺς ἐκ τῆς Ἑλλάδος ἐπιφανεστάτους τεχνίτας καὶ σκηνὴν κατασκευάσας μεγίστην ἐν τῷ κίρκῳ πρώτους εἰσῆγεν αὐλητὰς ἅμα πάντας.
因为他派人请来了希腊最著名的艺术家,并在大竞技场中搭建了一座极大的舞台,首先把所有的长笛手同时引出登台。
§30.22.3οὗτοι δʼ ἦσαν Θεόδωρος ὁ Βοιώτιος, Θεόπομπος, Ἕρμιππος, [ὁ] Λυσίμαχος, οἵτινες ἐπιφανέστατοι ἦσαν.
这些人是玻俄提亚的狄奥多罗斯、狄奥蓬波斯、赫尔米普斯以及利西马科斯,他们都是最有名望的人。
§30.22.4τούτους οὖν στήσας ἐπὶ τὸ προσκήνιον μετὰ τοῦ χοροῦ αὐλεῖν ἐκέλευσεν ἅμα πάντας.
于是,他让他们与合唱团一起站在舞台前部,命令他们所有人同时吹奏长笛。
§30.22.5τῶν δὲ διαπορευομένων τὰς κρούσεις μετὰ τῆς ἁρμοζούσης κινήσεως προσπέμψας οὐκ ἔφη καλῶς αὐτοὺς αὐλεῖν, ἀλλʼ ἀγωνίζεσθαι μᾶλλον ἐκέλευσεν.
当他们伴随着适宜的动作进行乐曲演奏时,他派人前去,声称他们吹奏得不好,反而命令他们要像竞技(战斗)一样吹奏。
§30.22.6τῶν δὲ διαπορούντων ὑπέδειξέν τις τῶν ῥαβδούχων ἐπιστρέψαντας ἐπαγαγεῖν ἐφʼ αὑτοὺς καὶ ποιεῖν ὡσανεὶ μάχην.
在他们不知所措时,一名扈从指示他们应当转身并迎向彼此,做出一副仿佛在战斗的样子。
§30.22.7ταχὺ δὲ συννοήσαντες οἱ αὐληταὶ καὶ λαβόντες οἰκείαν ταῖς ἑαυτῶν ἀσελγείαις μεγάλην ἐποίησαν σύγχυσιν.
长笛手们很快领会了意图,采取了与他们自身的放肆相称的姿态,制造出了一场大混乱。
§30.22.8συνεπιστρέψαντες δὲ τοὺς μέσους χοροὺς πρὸς τοὺς ἄκρους οἱ μὲν αὐληταὶ φυσῶντες ἀδιανόητα καὶ διαφέροντες τοὺς αὐλοὺς ἐπῆγον ἀνὰ μέρος ἐπʼ ἀλλήλους.
他们把合唱团的中间部分转向两端,长笛手们吹出莫名其妙的声响并挥舞着长笛,轮流向彼此冲去。
§30.22.9ἅμα δὲ τούτοις ἐπικτυποῦντες οἱ χοροὶ καὶ συνεπεισιόντες τὴν σκηνὴν ἐπεφέροντο τοῖς ἐναντίοις καὶ πάλιν ἀνεχώρουν ἐκ μεταβολῆς.
与此同时,合唱团也顿足跺地,一同涌入舞台,向对立的一方冲锋,接着又转过身退回。
§30.22.10ὡς δὲ καὶ περιζωσάμενός τις τῶν χορευτῶν ἐκ τοῦ καιροῦ στραφεὶς ἦρε τὰς χεῖρας ἀπὸ πυγμῆς πρὸς τὸν ἐπιφερόμενον αὐλητήν, τότʼ ἤδη κρότος ἐξαίσιος ἐγένετο καὶ κραυγὴ τῶν θεωμένων.
甚至,当合唱团中的一名舞者见机将衣服束起,转过身来,对着向他冲去的长笛手摆出拳击的架势举起双手时,那一刻观众中爆发出了惊人的掌声和欢呼声。
§30.22.11ἔτι δὲ τούτων ἐκ παρατάξεως ἀγωνιζομένων ὀρχησταὶ δύο εἰσήγοντο μετὰ συμφωνίας εἰς τὴν ὀρχήστραν, καὶ πύκται τέτταρες ἀνέβησαν ἐπὶ τὴν σκηνὴν μετὰ σαλπιγκτῶν καὶ βυκανιστῶν.
当他们仍在以对阵之势竞技时,两名舞者在伴奏下被引进入乐池,四名拳击手与小号手和角笛手一起登上了舞台。
§30.22.12ὁμοῦ δὲ τούτων πάντων ἀγωνιζομένων ἄλεκτον ἦν τὸ συμβαῖνον.
当所有人同时混战时,所发生的情景简直难以言表。
περὶ δὲ τῶν τραγῳδῶν, φησὶν ὁ Πολύβιος, ὅ,τι ἂν ἐπιβάλωμαι λέγειν, δόξω τισὶ διαχλευάζειν.
关于悲剧演员,波里比阿说:“无论我试图说些什么,在某些人看来,我都像是在讥讽。 ”