§30.3.1διόπερ εἰσελθὼν εἰς τὴν σύγκλητον ὁ προειρημένος συνεχάρη μὲν ἐπὶ τοῖς γεγονόσιν καὶ περὶ τῆς καθʼ αὑτὸν εὐνοίας καὶ προθυμίας, ἣν παρέσχετο κατὰ τὸν πρὸς Περσέα πόλεμον, ἀπελογίσατο·
因此,前述的阿塔罗斯进入元老院后,首先对所发生的事情表示祝贺,并对他自己在对珀尔修斯的战争中所表现出的友好与热忱作了说明。
§30.3.2παραπλησίως δὲ καὶ περὶ τοῦ πέμψαι πρεσβευτὰς τοὺς παρακαθέξοντας τὴν τῶν Γαλατῶν ἀπόνοιαν καὶ πάλιν εἰς τὴν ἐξ ἀρχῆς αὐτοὺς ἀποκαταστήσοντας διάθεσιν παρεκάλεσε διὰ πλειόνων.
同样地,他也详加请求派遣使节以遏制加拉太人的疯狂举动,并使他们重新恢复到最初的状态。
§30.3.3ἐποιήσατο δὲ λόγους καὶ περὶ τῆς Αἰνίων καὶ τῆς Μαρωνειτῶν πόλεως, ἀξιῶν αὑτῷ δοθῆναι ταύτας ἐν δωρεᾷ.
此外,他还谈到了埃诺斯和马罗尼亚两座城市,要求将它们作为礼物赐予自己。
§30.3.4τὸν δὲ κατὰ τοῦ βασιλέως λόγον καὶ τὸν περὶ τοῦ μερισμοῦ τῆς ἀρχῆς εἰς τέλος παρεσιώπησεν.
然而,关于反对国王的言论以及关于瓜分王位的提议,他自始至终都只字未提。
§30.3.5ἡ δὲ σύγκλητος ὑπολαμβάνουσα πάλιν αὐτὸν ἰδίᾳ περὶ τούτων εἰσπορεύσεσθαι, τούς τε πρεσβευτὰς συμπέμψειν ὑπέσχετο καὶ τοῖς εἰθισμένοις δώροις ἐτίμησεν αὐτὸν μεγαλομερῶς· ἐπηγγείλατο δὲ καὶ τὰς προειρημένας πόλεις δώσειν.
元老院以为他还会就这些事情私下里再次前来,便答应共同派遣使节,并用惯常的礼物隆重地款待了他;元老院还许诺将前述城市赐予他。
§30.3.6ἐπειδὴ δὲ παραυτὰ τυχὼν τῶν φιλανθρώπων ὥρμησεν ἐκ τῆς Ῥώμης οὐδὲν ποιήσας τῶν προσδοκωμένων, διαψευσθεῖσα τῶν ἐλπίδων ἡ σύγκλητος ἄλλο μὲν οὐδὲν εἶχε ποιεῖν, §30.3.7ἔτι δὲ κατὰ τὴν Ἰταλίαν ὄντος αὐτοῦ τὴν μὲν Αἶνον καὶ τὴν Μαρώνειαν ἠλευθέρωσεν, ἀθετήσασα τὴν ἐπαγγελίαν, τοὺς δὲ περὶ τὸν Πόπλιον Λικίννιον ἔπεμψε πρεσβευτὰς πρὸς τοὺς Γαλάτας.
然而,阿塔罗斯在立刻获得这些优待后便离开了罗马,没有做任何人们期望他做的事,元老院大失所望,别无他法,于是在他尚在意大利境内时,元老院便宣布埃诺斯和马罗尼亚为自由城市,从而背弃了诺言,并派遣普布利乌斯·利基尼乌斯等人作为使节前往加拉太人那里。
§30.3.8οἷς ποίας μὲν ἔδωκεν ἐντολὰς εἰπεῖν οὐ ῥᾴδιον, στοχάζεσθαι δʼ ἐκ τῶν μετὰ ταῦτα συμβάντων οὐ δυσχερές.
元老院给这些使节下达了怎样的指令并不容易说清,但从随后发生的事情来推测却并不困难。
§30.3.9τοῦτο δʼ ἔσται δῆλον ἐκ τῶν πράξεων αὐτῶν.
这一点从事情本身的发展中将会显而易见。