§30.17.1ὅτι κατὰ τὸν καιρὸν τοῦτον Κότυς ὁ τῶν Ὀδρυσῶν βασιλεὺς ἀπέστειλε πρεσβευτὰς εἰς τὴν Ῥώμην, ἀξιῶν ἀποδοθῆναι τὸν υἱὸν αὑτῷ καὶ περὶ τῆς γενομένης πρὸς Περσέα κοινοπραγίας δικαιολογούμενος.
ὅτι 此时,奥德里萨伊人的国王科蒂斯向罗马派遣了使节,请求将他的儿子归还给他,并就与珀尔修斯结成的联盟进行申辩。
§30.17.2οἱ δὲ Ῥωμαῖοι νομίσαντες ἠνύσθαι σφίσι τὸ προκείμενον, τοῦ πρὸς τὸν Περσέα πολέμου κατὰ νοῦν προκεχωρηκότος, τὴν δὲ πρὸς Κότυν διαφορὰν πρὸς οὐδὲν ἔτι διατείνειν, §30.17.3συνεχώρησαν αὐτῷ κομίζεσθαι τὸν υἱόν, ὃς ὁμηρείας χάριν δοθεὶς εἰς Μακεδονίαν ἑαλώκει μετὰ τῶν Περσέως τέκνων, §30.17.4βουλόμενοι τὴν αὑτῶν πρᾳότητα καὶ μεγαλοψυχίαν ἐμφαίνειν, ἅμα δὲ καὶ τὸν Κότυν ἀναδούμενοι διὰ τῆς τοιαύτης χάριτος. —
罗马人认为他们的眼前目标已经达成,因为对珀尔修斯的战争已如愿进行,而与科蒂斯的争端已不再具有任何重要性,于是允许他领回儿子,这个儿子曾作为人质被送往马其顿,并与珀尔修斯的子女一同被俘,他们希望以此展现自己的宽大与慷慨,同时通过这样的恩惠将科蒂斯与他们紧密联系在一起。