Humanitext Reader

波利比奥斯 · 历史 §30.13.1-30.13.11

亲罗马派的诬告与希腊政敌的遣送指令

第 1155 段,共 1311 段 · 希腊语

内容简介

在斐修斯战败后,希腊各地的亲罗马派领袖聚集在马其顿。罗马十人委员会根据他们的诬告,下令将反对派政客遣送至罗马,但对阿哈伊亚同盟则采取了较为审慎的态度。

§30.13.1ὅτι μετὰ τὴν τοῦ Περσέως κατάλυσιν ἅμα τῷ κριθῆναι τὰ ὅλα πανταχόθεν ἐξέπεμπον πρέσβεις συγχαρησομένους τοῖς στρατηγοῖς ἐπὶ τοῖς γεγονόσιν.
据说在斐修斯被击败后,大局刚刚决定,各地就立即发出使节,就所发生的事向将军们表示祝贺。
§30.13.2τῶν δὲ πραγμάτων ὁλοσχερῶς ἐπὶ Ῥωμαίους κεκλικότων, ἐπιπολάζοντες διὰ τὸν καιρὸν οἱ δοκοῦντες εἶναι φίλοι Ῥωμαίων ἐν πᾶσι τοῖς πολιτεύμασιν, εἴς τε τὰς πρεσβείας οὗτοι καθίσταντο καὶ τὰς ἄλλας χρείας.
随着事态完全倾向于罗马人,在所有政体中那些自命为罗马之友的人,因顺应时势而得势,被委派担任使节和其他职务。
§30.13.3διὸ συνέδραμον εἰς τὴν Μακεδονίαν ἐκ μὲν Ἀχαΐας Καλλικράτης, Ἀριστόδαμος, Ἀγησίας, Φίλιππος, §30.13.4ἐκ δὲ Βοιωτίας οἱ περὶ Μνάσιππον, ἐκ δὲ τῆς Ἀκαρνανίας οἱ περὶ Χρέμαν, παρὰ δὲ τῶν Ἠπειρωτῶν οἱ περὶ τὸν Χάροπα καὶ Νικίαν, παρὰ δὲ τῶν Αἰτωλῶν οἱ περὶ τὸν Λυκίσκον καὶ Τίσιππον.
因此,从阿哈伊亚赶往马其顿的有卡利克拉特斯、阿里斯托德莫斯、阿格西亚斯、菲利普斯;从波奥蒂亚来的是姆纳西普斯及其同党;从阿卡纳尼亚来的是克雷马斯及其同党;从伊庇鲁斯人中来的是哈罗普斯、尼基亚斯及其同党;从埃托利亚人中来的是吕基斯库斯、蒂西普斯及其同党。
§30.13.5ἁπάντων δὲ τούτων ὁμοῦ γενομένων καὶ πρὸς τὴν αὐτὴν ὑπόθεσιν ἁμιλλωμένων προθύμως, καὶ μηδενὸς ὑπάρχοντος ἀνταγωνιστοῦ διὰ τὸ τοὺς ἀντιπολιτευομένους ἅπαντας εἴκοντας τοῖς καιροῖς ἀνακεχωρηκέναι τελέως, ἀκονιτὶ κατεκράτησαν τῆς ὑποθέσεως οἱ προειρημένοι.
当所有这些人聚集在一起并为同一目的极力竞争时,又因为没有任何竞争对手(由于所有反对派都因顺应时势而完全退隐),前述人等便不战而胜地达到了目的。
§30.13.6πρὸς μὲν οὖν τὰς ἄλλας πόλεις καὶ τὰς ἐθνικὰς συστάσεις οἱ δέκα διʼ αὐτῶν τῶν στρατηγῶν ἐποιήσαντο τὴν ἐπιταγήν, οὓς δεήσει πορεύεσθαι τῶν ἀνδρῶν εἰς τὴν Ῥώμην.
于是,对于其他城市和民族联盟,十人委员会通过将军们亲自下达了命令,规定哪些人必须前往罗马。
§30.13.7οὗτοι δʼ ἦσαν ὡς ἐπίπαν οὓς ἀπέγραψαν οἱ προειρημένοι κατὰ τὰς ἰδίας ἀντιπαραγωγάς, πλὴν ὀλίγων τελέως τῶν ἔκδηλόν τι πεποιηκότων.
而这些人,除了极少数有明显敌对行动的人外,大体上都是前述亲罗马派因私怨而列入名单的人。
§30.13.8πρὸς δὲ τὸ τῶν Ἀχαιῶν ἔθνος πρεσβευτὰς ἐξέπεμψαν τοὺς ἐπιφανεστάτους ἄνδρας τῶν δέκα, Γάιον Κλαύδιον καὶ Γνάιον Δομέτιον, §30.13.9διὰ δύʼ αἰτίας, πρῶτον μὲν εὐλαβούμενοι τοὺς Ἀχαιοὺς μή ποτʼ οὐ πειθαρχήσωσι τοῖς γραφομένοις, ἀλλὰ καὶ κινδυνεύσωσιν οἱ περὶ τὸν Καλλικράτην, δόξαντες ἐξειργάσθαι τὰς κατὰ πάντων τῶν Ἑλλήνων διαβολάς, §30.13.10ὃ κατʼ ἀλήθειαν ἦν, δεύτερον δὲ διὰ τὸ μηθὲν ἐν τοῖς αἰχμαλώτοις γράμμασιν ἀκριβὲς εὑρῆσθαι κατὰ μηδενὸς τῶν Ἀχαιῶν.
但是,对于阿哈伊亚同盟,他们派出了十人中最显赫的成员盖乌斯·克劳狄乌斯和格奈乌斯·多米蒂乌斯作为使节,究其原因有二:第一是担心阿哈伊亚人可能不服从手令,而且卡利克拉特斯及其一派可能会面临危险,因为他们被认为编造了针对所有希腊人的诬告 ——这确是事实——第二是因为在缴获的信件中,没有发现针对任何阿哈伊亚人的确凿证据。
§30.13.11περὶ μὲν οὖν τούτων μετά τινα χρόνον ἐξέπεμπεν ὁ στρατηγὸς τὰς ἐπιστολὰς καὶ τοὺς πρέσβεις, καίπερ οὐκ εὐδοκούμενος κατά γε τὴν αὑτοῦ γνώμην ταῖς τῶν περὶ τὸν Λυκίσκον καὶ Καλλικράτην διαβολαῖς, ὡς ἐξ αὐτῶν τῶν πραγμάτων ὕστερον ἐγένετο καταφανές. —
于是,关于这些事情,过了一段时间,将军寄出了信件并派出了使节,尽管就他自己的想法而言,他对吕基斯库斯和卡利克拉特斯等人的诬告并不赞同,这在后来从事情本身中表现得很明显。

词汇与语法注释

  1. 30.13.1ἅμα τῷ κριθῆναι τὰ ὅλα — 介词 ἅμα 与带冠词不定式与格 τῷ κριθῆναι 结合,表示“与此同时”。τὰ ὅλα 作为该不定式的动作主体(宾格),指代“整个局势”或“大局”。
  2. 30.13.9μή ποτʼ οὐ πειθαρχήσωσι — 由表示担忧或警惕的分词 εὐλαβούμενοι 引导的惧怕从句。通常惧怕从句用 μή 加上虚拟式表示“恐怕……”,在此基础上加上否定词 οὐ 则表示双重否定,即“恐怕不……”或“担心……不服从”。
  3. 30.13.11καίπερ οὐκ εὐδοκούμενος — 让步语气词 καίπερ 修饰现在中被动分词 εὐδοκούμενος(源自 εὐδοκέω),意为“尽管不满意/不赞同”。它支配与格名词短语 ταῖς... διαβολαῖς,表示对这些诬告的不满或不予认可。

引用这一段

波利比奥斯, 历史 §30.13.1-30.13.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:30.13.1-30.13.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。