Humanitext Reader

波利比奥斯 · 历史 §30.11.1-30.11.6

埃托利亚人的残酷内讧与秩序崩溃

第 1153 段,共 1311 段 · 希腊语

内容简介

记述了埃托利亚人因罗马介入而被禁止对外掠夺后,陷入内讧与自相残杀的泥潭,社会秩序完全崩溃的状态。

§30.11.1ὅτι Αἰτωλοὶ τὸν βίον ἀπὸ λῃστείας καὶ τῆς τοιαύτης παρανομίας εἰώθεισαν ἔχειν.
埃托利亚人习惯于依靠抢劫和此类不法行为维持生计。
§30.11.2καὶ ἕως μὲν ἐξῆν τοὺς Ἕλληνας φέρειν καὶ λεηλατεῖν, ἐκ τούτων ἐπορίζοντο τοὺς βίους, πᾶσαν γῆν ἡγούμενοι πολεμίαν·
只要掠夺和劫掠希腊人还是被允许的,他们就以此维持生计,将所有的土地都视为敌国领土。
§30.11.3μετὰ δὲ ταῦτα Ῥωμαίων ἐπιστάντων τοῖς πράγμασι κωλυθέντες τῆς ἔξωθεν ἐπικουρίας εἰς ἑαυτοὺς κατήντησαν.
但在此之后,随着罗马人主掌政局,他们被切断了外部的生计来源,于是便开始自相残杀。
§30.11.4καὶ πρότερον μὲν κατὰ τὸν ἐμφύλιον πόλεμον οὐκ ἔστιν ὃ τῶν δεινῶν οὐκ ἔπραξαν·
而且在此之前,在内战期间,任何可怕的恶行他们都无一不作。
§30.11.5βραχεῖ δʼ ἀνώτερον χρόνῳ γεγευμένοι τοῦ φόνου τοῦ κατʼ ἀλλήλων ἐν ταῖς κατὰ τὴν Ἀρσινοΐαν σφαγαῖς ἕτοιμοι πρὸς πᾶν ἦσαν, ἀποτεθηριωμένοι τὰς ψυχάς, ὥστε μηδὲ βουλὴν διδόναι τοῖς προεστῶσι.
并且不久前,由于在阿尔西诺亚的屠杀中尝到了自相残杀的滋味,他们已经做好了干任何勾当的准备,其心灵完全变得如野兽般残暴,以至于根本不给领导者们留有商议的余地。
§30.11.6διόπερ ἦν ἀκρισίας καὶ παρανομίας καὶ φόνου πλήρη τὰ κατὰ τὴν Αἰτωλίαν, καὶ τῶν πραττομένων παρʼ αὐτοῖς ἐκ λογισμοῦ μὲν καὶ προθέσεως οὐδὲν ἐπετελεῖτο, πάντα δʼ εἰκῇ καὶ φύρδην ἐπράττετο, καθαπερεὶ λαίλαπός τινος ἐκπεπτωκυίας εἰς αὐτούς. —
因此,埃托利亚的局势充满了无序、不法与杀戮,在他们之中所做的事,没有一件是凭理性与计划来完成的,一切都是胡乱而混乱地进行着,简直就像是有一场暴风雨降临在他们头上一般。

词汇与语法注释

  1. 30.11.1ὅτι — 历史文献摘录(残篇)开头的特征性 ὅτι,起引导“……这件事”的作用。在翻译中通常处理为独立的主句。
  2. 30.11.4οὐκ ἔστιν ὃ τῶν δεινῶν οὐκ ἔπραξαν — 双重否定句式 οὐκ ἔστιν ὅς/ὅ... οὐκ... 表示强烈的肯定(“没有……是不……的”)。部分属格 τῶν δεινῶν 修饰关系代词 ὃ,意为“在所有可怕的事情中,没有一件是他们不曾做过的”。
  3. 30.11.5ἀποτεθηριωμένοι τὰς ψυχάς — 完成被动分词 ἀποτεθηριωμένοι(被野兽化)带有表示关涉、范围的宾格(accusative of respect)τὰς ψυχάς(在心灵上),描述了一种“心灵变得如野兽般残暴”的状态。
  4. 30.11.5ὥστε μηδὲ βουλὴν διδόναι τοῖς προεστῶσι — 由 ὥστε 引导的结果子句。短语 βουλὴν διδόναι 意为“给予商议/考虑的机会”,后接与格 τοῖς προεστῶσι(给领导者们),表明暴民们完全没有给他们的领导者留下任何商议或制定对策的空间。
  5. 30.11.6καθαπερεὶ λαίλαπός τινος ἐκπεπτωκυίας — 连接词 καθαπερεί(宛如、好似)直接与属格绝对结构(名词 λαίλαπός τινος + 分词 ἐκπεπτωκυίας)相结合,紧凑地表达了一种假设性的比喻(“简直就像是有一场暴风雨降临一般”)。

引用这一段

波利比奥斯, 历史 §30.11.1-30.11.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:30.11.1-30.11.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。