§3.96.1πολεμίοις.
敌军。
οἱ δὲ περὶ τὸν Ἀσδρούβαν, σημηνάντων αὐτοῖς τῶν σκοπῶν ἐκ πολλοῦ τὸν ἐπίπλουν τῶν ὑπεναντίων, ἅμα τὰς πεζικὰς ἐξέταττον δυνάμεις παρὰ τὸν αἰγιαλὸν καὶ τοῖς πληρώμασι παρήγγελλον ἐμβαίνειν εἰς τὰς ναῦς.
而哈斯德鲁巴及其部属,因哨兵早早便向他们示警敌军的袭来,便在安排陆军沿着海岸排开阵势的同时,命令船员们登船。
§3.96.2ἤδη δὲ καὶ τῶν Ῥωμαίων σύνεγγυς ὄντων, σημήναντες πολεμικὸν ἀνήγοντο, κρίναντες ναυμαχεῖν.
此时罗马人已迫在咫尺,他们便发出战斗信号并出航,决心进行海战。
συμβαλόντες δὲ τοῖς πολεμίοις βραχὺν μέν τινα χρόνον ἀντεποιήσαντο τῆς νίκης, μετʼ οὐ πολὺ δὲ πρὸς τὸ κλίνειν ὥρμησαν.
在与敌军交战后,他们仅在极短的时间内争夺胜利,不久便开始溃败。
§3.96.3ἡ γὰρ ἐφεδρεία τῶν πεζῶν ἡ περὶ τὸν αἰγιαλὸν οὐχ οὕτως αὐτοὺς ὤνησε, θάρσος παριστάνουσα πρὸς τὸν κίνδυνον, ὡς ἔβλαψε τὴν ἐλπίδα τῆς σωτηρίας ἑτοίμην παρασκευάζουσα.
因为在海岸边待命的步兵支援部队,其通过在危险面前激发勇气给他们带来的益处,远不如因使获救的希望变得近在咫尺(逃跑通道便利)而给他们带来的害处大。
§3.96.4πλὴν δύο μὲν αὐτάνδρους νῆας ἀποβαλόντες, τεττάρων δὲ τοὺς ταρσοὺς καὶ τοὺς ἐπιβάτας ἔφευγον ἐκκλίναντες εἰς γῆν.
无论如何,他们损失了两艘连同船员在内的战船,另有四艘船的桨组和海兵丧失,随后便转向陆地逃跑。
§3.96.5ἐπικειμένων δὲ τῶν Ῥωμαίων αὐτοῖς ἐκθύμως, τὰς μὲν ναῦς ἐξέβαλον εἰς τὸν αἰγιαλόν, αὐτοὶ δʼ ἀποπηδήσαντες ἐκ τῶν πλοίων ἐσῴζοντο πρὸς τοὺς παρατεταγμένους.
面对罗马人猛烈的追击,他们将船只冲上沙滩,自己则从船上跳下,逃向列阵的陆军处以保全性命。
§3.96.6οἱ δὲ Ῥωμαῖοι τολμηρῶς συνεγγίσαντες τῇ γῇ καὶ τὰ δυνάμενα κινεῖσθαι τῶν πλοίων ἀναδησάμενοι μετὰ χαρᾶς ὑπερβαλλούσης ἀπέπλεον, νενικηκότες μὲν ἐξ ἐφόδου τοὺς ὑπεναντίους, κρατοῦντες δὲ τῆς θαλάττης, εἴκοσι δὲ καὶ πέντε ναῦς ἔχοντες τῶν πολεμίων.
罗马人则大胆地逼近陆地,将那些尚能移动的敌船系上缆绳拖走,带着极大的喜悦返航;他们通过一次突袭便击败了对手,控制了海洋,并俘获了敌方二十五艘战船。
§3.96.7τὰ μὲν οὖν κατὰ τὴν Ἰβηρίαν ἀπὸ τούτων ἐπικυδεστέρας εἰλήφει τοῖς Ῥωμαίοις τὰς ἐλπίδας διὰ τὸ προειρημένον κατόρθωμα.
因此,伊比利亚的局势自此由于前述的胜利,使罗马人抱有了更为光明的希望。
§3.96.8οἱ δὲ Καρχηδόνιοι, προσπεσόντος αὐτοῖς τοῦ γεγονότος ἐλαττώματος, παραχρῆμα πληρώσαντες ἑβδομήκοντα νῆας ἐξαπέστειλαν, κρίναντες ἀναγκαῖον εἶναι πρὸς πάσας τὰς ἐπιβολὰς ἀντέχεσθαι τῆς θαλάττης.
迦太基人得知所遭受的惨败后,立即装备并派出了七十艘战船,判定要实现所有的企图就必须掌握制海权。
§3.96.9αἳ τὸ μὲν πρῶτον εἰς Σαρδόνʼ, ἐκεῖθεν δὲ πρὸς τοὺς περὶ Πίσας τόπους τῆς Ἰταλίας προσέβαλον, πεπεισμένων τῶν ἐπιπλεόντων συμμίξειν ἐνθάδε τοῖς περὶ τὸν Ἀννίβαν.
这些战船起初驶向撒丁岛,随后又抵达了意大利比萨附近的地区,因为船上的人确信在此处能与汉尼拔的军队会合。
§3.96.10ταχὺ δὲ τῶν Ῥωμαίων ἀναχθέντων ἐπʼ αὐτοὺς ἐξ αὐτῆς τῆς Ῥώμης ἑκατὸν εἴκοσι σκάφεσι πεντηρικοῖς, πυθόμενοι τὸν ἀνάπλουν οὗτοι μὲν αὖθις ἀπέπλευσαν εἰς τὴν Σαρδόνα, μετὰ δὲ ταῦτα πάλιν εἰς Καρχηδόνα.
然而,当罗马人迅速从罗马本土出动了一百二十艘五层级战船迎击他们时,迦太基人一听说罗马舰队出航,便再次退回撒丁岛,随后又返回了迦太基。
§3.96.11Γνάιος δὲ Σερουίλιος ἔχων τὸν προειρημένον στόλον ἕως μέν τινος ἐπηκολούθει τοῖς Καρχηδονίοις, συνάψειν πεπεισμένος, πολὺ δὲ καθυστερῶν ἀπέγνω.
格奈乌斯·塞维里乌斯率领前述舰队在一段时间内追击迦太基人,确信能够追上他们,但由于落后太远而放弃了追击。
§3.96.12καὶ τὸ μὲν πρῶτον τῆς Σικελίας Λιλυβαίῳ προσέσχε· μετὰ δὲ ταῦτα καταπλεύσας τῆς Λιβύης ὡς ἐπὶ τὴν τῶν Κερκινητῶν νῆσον καὶ λαβὼν παρʼ αὐτῶν χρήματα τοῦ μὴ πορθῆσαι τὴν χώραν ἀπηλλάγη.
起初他驶向西西里的莉莉贝乌姆,此后又南下至利比亚的科尔基纳岛,在接受了当地人以不掠夺其土地为条件奉上的钱财后离去。
§3.96.13κατὰ δὲ τὸν ἀνάπλουν γενόμενος κύριος νήσου Κοσσύρου καὶ φρουρὰν εἰς τὸ πολισμάτιον εἰσαγαγὼν αὖθις εἰς τὸ Λιλύβαιον κατῆρε.
在返航途中,他占领了科叙拉岛,并在其小镇中派驻了守备队,随后再次返回莉莉贝乌姆下锚。
§3.96.14καὶ τὸ λοιπὸν οὗτος μὲν αὐτοῦ συνορμίσας τὸν στόλον μετʼ οὐ πολὺν χρόνον
在接下来的时间里,他将舰队停泊在此处,不久之后