Humanitext Reader

波利比奥斯 · 历史 §3.92.1-3.92.11

汉尼拔的劫掠与法比乌斯封锁隘口

第 251 段,共 1311 段 · 希腊语

内容简介

汉尼拔在阿苏尔努斯河畔安营并蹂躏平原。法比乌斯保持谨慎的平行行军以避免决战,在察觉汉尼拔企图沿原路撤退后,部署四千兵力于通道隘口并亲自占领附近的山丘。

§3.92.1Ἀννίβας μὲν οὖν τοιούτοις χρησάμενος λογισμοῖς καὶ διελθὼν ἐκ τῆς Σαυνίτιδος τὰ στενὰ κατὰ τὸν Ἐριβιανὸν καλούμενον λόφον κατεστρατοπέδευσε παρὰ τὸν Ἄθυρνον ποταμόν, ὃς σχεδὸν δίχα διαιρεῖ τὰ προειρημένα πεδία.
因此,汉尼拔基于这些考量,从萨姆尼乌姆出发,穿过被称为埃里比亚努斯的山丘附近的狭隘通道,在阿苏尔努斯河畔安营扎寨,这条河几乎将前述平原一分为二。
§3.92.2καὶ τὴν μὲν παρεμβολὴν ἐκ τοῦ πρὸς Ῥώμην μέρους εἶχε, ταῖς δὲ προνομαῖς πᾶν ἐπιτρέχων ἐπόρθει τὸ πεδίον ἀδεῶς.
他将营地设在朝向罗马的一侧,并派出掠夺队四处奔袭,毫无顾忌地蹂躏了整个平原。
§3.92.3Φάβιος δὲ κατεπέπληκτο μὲν τὴν ἐπιβολὴν καὶ τόλμαν τῶν ὑπεναντίων, τοσούτῳ δὲ μᾶλλον ἐπὶ τῶν κεκριμένων ἔμενεν.
另一方面,法比乌斯虽然对敌人的企图和胆量感到震惊,但因此他也更加坚守自己既定的策略。
§3.92.4ὁ δὲ συνάρχων αὐτοῦ Μάρκος καὶ πάντες οἱ κατὰ τὸ στρατόπεδον χιλίαρχοι καὶ ταξίαρχοι νομίζοντες ἐν καλῷ τοὺς πολεμίους ἀπειληφέναι, σπεύδειν ᾤοντο δεῖν καὶ συνάπτειν εἰς τὰ πεδία καὶ μὴ περιορᾶν τὴν ἐπιφανεστάτην χώραν δῃουμένην.
但他的同僚马尔库斯以及营中的所有军事护民官和百夫长们,认为他们已经将敌人困在了有利的位置,觉得应当迅速采取行动,深入平原展开交战,而不应坐视这片最著名的地方遭到蹂躏。
§3.92.5Φάβιος δὲ μέχρι μὲν τοῦ συνάψαι τοῖς τόποις ἔσπευδε καὶ συνυπεκρίνετο τοῖς προθύμως καὶ φιλοκινδύνως διακειμένοις, §3.92.6ἐγγίσας δὲ τῷ Φαλέρνῳ ταῖς μὲν παρωρείαις ἐπιφαινόμενος ἀντιπαρῆγε τοῖς πολεμίοις, ὥστε μὴ δοκεῖν τοῖς αὑτῶν συμμάχοις ἐκχωρεῖν τῶν ὑπαίθρων,
法比乌斯在接近该地之前确实表现出急迫,并迎合那些态度积极且甘冒风险的人;但在接近法莱尔努斯地区后,他出现在山麓地带,与敌人并排前进,以免让己方的盟友觉得他们已经退出了野战战场。
§3.92.7εἰς δὲ τὸ πεδίον οὐ καθίει τὴν δύναμιν, εὐλαβούμενος τοὺς ὁλοσχερεῖς κινδύνους διά τε τὰς προειρημένας αἰτίας καὶ διὰ τὸ προφανῶς ἱπποκρατεῖν παρὰ πολὺ τοὺς ὑπεναντίους.
然而,出于上述原因,且由于敌人显然在骑兵上大占优势,他因戒备全面决战而没有将主力部队派下平原。
§3.92.8Ἀννίβας δʼ ἐπειδὴ καταπειράσας τῶν πολεμίων καὶ καταφθείρας πᾶν τὸ πεδίον ἥθροισε λείας ἄπλετον πλῆθος, §3.92.9ἐγίνετο πρὸς ἀναζυγήν, βουλόμενος μὴ καταφθεῖραι τὴν λείαν, ἀλλʼ εἰς τοιοῦτον ἀπερείσασθαι τόπον, ἐν ᾧ δυνήσεται ποιήσασθαι καὶ τὴν παραχειμασίαν, ἵνα μὴ μόνον κατὰ τὸ παρὸν εὐωχίαν ἀλλὰ συνεχῶς δαψίλειαν ἔχῃ τῶν ἐπιτηδείων τὸ στρατόπεδον.
另一方面,汉尼拔在试探了敌人并蹂躏了整个平原,收集了数额极其巨大的战利品之后,开始着手准备撤军,他不想浪费这些战利品,而是希望将其安置在一个同样可以进行冬营的地方,以便让他的军队不仅在眼下,而且能够持续获得充裕的必需品。
§3.92.10Φάβιος δὲ καὶ κατανοῶν αὐτοῦ τὴν ἐπιβολήν, ὅτι προχειρίζεται ποιεῖσθαι τὴν ἐπάνοδον ᾗπερ ἐποιήσατο καὶ τὴν εἴσοδον, καὶ θεωρῶν τοὺς τόπους στενοὺς ὄντας καὶ καθʼ ὑπερβολὴν εὐφυεῖς πρὸς ἐπίθεσιν, §3.92.11ἐπʼ αὐτῆς μὲν τῆς διεκβολῆς περὶ τετρακισχιλίους ἐπέστησε, παρακαλέσας χρήσασθαι τῇ προθυμίᾳ σὺν καιρῷ μετὰ τῆς τῶν τόπων εὐφυΐας, αὐτὸς δὲ τὸ πολὺ μέρος ἔχων τῆς δυνάμεως ἐπί τινα λόφον ὑπερδέξιον πρὸ τῶν στε
法比乌斯看穿了他的企图,即他正准备沿着进入时的相同路线返回,并且看到那些地方地势狭窄,极其有利于进行袭击,就在那条通道隘口部署了大约四千人,勉励他们结合地势的优势在适当时机发挥热忱,而他自己则率领大部分兵力登上狭隘通道前的一座居高临下的山丘……

词汇与语法注释

  1. 3.92.3ἐπὶ τῶν κεκριμένων — 介词 ἐπί 接属格,表示“坚持既定决定”。此处指法比乌斯避战的拖延战略(cunctatio)。
  2. 3.92.4ἐν καλῷ τοὺς πολεμίους ἀπειληφέναι — 动词 νομίζοντες 支配的间接引语中的完成时不定式 ἀπειληφέναι(源自 ἀπολαμβάνω),意为“切断敌人的退路/困住敌人”。介词短语 ἐν καλῷ 为习惯表达,意为“在有利的位置/时机”。
  3. 3.92.5συνυπεκρίνετο — 动词 συνυποκρί闹(迎合、假装赞同)使用未完成过去时,描写法比乌斯虽然内心不赞同那些好战者的热忱,但表面上持续采取迎合和假装同调的态度。
  4. 3.92.11πρὸ τῶν στε — 虽然文本在“στε”处中断,但根据上下文以及《历史》其他地方的用法,这被认为是“στενῶν”(峡谷、狭路)的省略或抄本残缺。各语言译文均基于此理解进行了补译。

引用这一段

波利比奥斯, 历史 §3.92.1-3.92.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.92.1-3.92.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。