§3.93.1νῶν κατεστρατοπέδευσε.
……(在狭隘通道前的山丘上)安营扎寨。
παραγενομένων δὲ τῶν Καρχηδονίων καὶ ποιησαμένων τὴν παρεμβολὴν ἐν τοῖς ἐπιπέδοις ὑπʼ αὐτὴν τὴν παρώρειαν, τὴν μὲν λείαν αὐτῶν ἤλπισεν ἀδηρίτως περισυρεῖν, ὡς δὲ τὸ πολὺ καὶ τοῖς ὅλοις πέρας ἐπιθήσειν διὰ τὴν τῶν τόπων εὐκαιρίαν.
当迦太基人到达并紧挨着山麓的平地上安营时,他希望能毫不费力地夺走他们的战利品,并且在很大程度上,由于地形的有利,甚至能彻底结束整个战争。
§3.93.2καὶ δὴ περὶ ταῦτα καὶ πρὸς τούτοις ἐγίνετο τοῖς διαβουλίοις, διανοούμενος πῇ καὶ πῶς χρήσεται τοῖς τόποις καὶ τίνες καὶ πόθεν πρῶτον ἐγχειρήσουσι τοῖς ὑπεναντίοις.
事实上,他正专注于这些以及类似的商议,思考在何处以及如何利用这些地形,以及谁将从哪里首先向敌人发起进攻。
§3.93.3Ἀννίβας δέ, ταῦτα πρὸς τὴν ἐπιοῦσαν ἡμέραν παρασκευαζομένων τῶν πολεμίων, συλλογιζόμενος ἐκ τῶν εἰκότων οὐκ ἔδωκε χρόνον οὐδʼ ἀναστροφὴν ταῖς ἐπιβολαῖς αὐτῶν, §3.93.4ἀνακαλεσάμενος δὲ τὸν ἐπὶ τῶν λειτουργιῶν τεταγμένον Ἀσδρούβαν παρήγγειλε λαμπάδας δεσμεύειν ἐκ τῆς ξηρᾶς καὶ παντοδαπῆς ὕλης κατὰ τάχος ὡς πλείστας καὶ τῶν ἐργατῶν βοῶν ἐκλέξαντʼ ἐκ πάσης τῆς λείας τοὺς εὐρωστοτάτους εἰς δισχιλίους ἁθροῖσαι πρὸ τῆς παρεμβολῆς.
另一方面,汉尼拔在敌人为次日做这些准备时,根据常理推测,不给他们的企图留任何时间和回旋余地,他召来负责营务的哈斯德鲁巴,命令他火速用各种干燥木材捆扎尽可能多的火把,并从全部战利品中挑选出最强壮的役牛约二千头,聚集在营前。
§3.93.5γενομένου δὲ τούτου συναγαγὼν ὑπέδειξε τοῖς λειτουργοῖς ὑπερβολήν τινα μεταξὺ κειμένην τῆς αὑτοῦ στρατοπεδείας καὶ τῶν στενῶν, διʼ ὧν ἔμελλε ποιεῖσθαι τὴν πορείαν, πρὸς ἣν ἐκέλευε προσελαύνειν τοὺς βοῦς ἐνεργῶς καὶ μετὰ βίας, ὅταν δοθῇ τὸ παράγγελμα, μέχρι συνάψωσι τοῖς ἄκροις.
完成此事后,他召集营役人员,指出了位于他自己营地与他准备行军通过的狭隘通道之间的一处山脊,命令他们在发出信号时,强力且猛烈地将牛群朝那里驱赶,直到它们抵达山顶。
§3.93.6μετὰ δὲ τοῦτο δειπνοποιησαμένοις ἀναπαύεσθαι καθʼ ὥραν παρήγγειλε πᾶσιν.
此后,他命令大家吃晚饭,并在适当的时候休息。
§3.93.7ἅμα δὲ τῷ κλῖναι τὸ τρίτον μέρος τῆς νυκτὸς εὐθέως ἐξῆγε τοὺς λειτουργοὺς καὶ προσδεῖν ἐκέλευσε πρὸς τὰ κέρατα τοῖς βουσὶ τὰς λαμπάδας.
到了夜间第三个阶段开始倾斜时,他立即带领营役人员,命令他们将火把绑在牛角上。
§3.93.8ταχὺ δὲ τούτου γενομένου διὰ τὸ πλῆθος, ἀνάψαι παρήγγειλε πάσας καὶ τοὺς μὲν βοῦς ἐλαύνειν καὶ προσβάλλειν πρὸς τὰς ἀκρωρείας ἐπέταξε,
由于人数众多,此事迅速办妥,他便命令将火把全部点燃,并下令驱赶牛群向山脊冲去。
§3.93.9τοὺς δὲ λογχοφόρους κατόπιν ἐπιστήσας τούτοις ἕως μέν τινος συνεργεῖν παρεκελεύετο τοῖς ἐλαύνουσιν, ὅταν δὲ τὴν πρώτην ἅπαξ ὁρμὴν λάβῃ τὰ ζῷα, παρατρέχοντας παρὰ τὰ πλάγια καὶ συγκρούοντας ἅμα τῶν ὑπερδεξίων ἀντέχεσθαι τόπων καὶ προκαταλαμβάνειν τὰς ἀκρωρείας, ἵνα παραβοηθῶσι καὶ συμπλέκωνται τοῖς πολεμίοις, ἐάν που συναντῶσι πρὸς τὰς ὑπερβολάς.
他将长枪兵部署在它们后面,叮嘱他们起初要协助驱赶牛群,而一旦这些牲畜发起了第一次冲锋,就要沿着两侧奔跑,一边驱赶,一边同时占据制高点并预先占领山脊,以便在敌人于隘口附近相遇时进行支援并与敌交战。
§3.93.10κατὰ δὲ τὸν καιρὸν τοῦτον αὐτὸς ἀναλαβὼν πρῶτα μὲν τὰ βαρέα τῶν ὅπλων, ἐπὶ δὲ τούτοις τοὺς ἱππεῖς, ἑξῆς δὲ τὴν λείαν, ἐπὶ δὲ πᾶσι τοὺς Ἴβηρας καὶ Κελτοὺς
此时,他自己率领,首先是重装步兵,其次是骑兵,接着是战利品,最后则是伊比利亚人和凯尔特人……