Humanitext Reader

波利比奥斯 · 历史 §3.10.1-3.10.7

撒丁岛的丧失与经略西班牙等战争起因

第 169 段,共 1311 段 · 希腊语

内容简介

作者论述了罗马的宣战与迦太基放弃撒丁岛如何构成第二次布匿战争的第二大也是最大的起因,以及哈米尔卡对西班牙的经略如何成为第三个起因。

§3.10.1καὶ περὶ ταύτας διέτριβε τὰς πράξεις.
他也正忙于这些事务。
Ῥωμαίων δὲ μετὰ τὸ καταλύσασθαι Καρχηδονίους τὴν προειρημένην ταραχὴν ἀπαγγειλάντων αὐτοῖς πόλεμον, τὸ μὲν πρῶτον εἰς πᾶν συγκατέβαινον, ὑπολαμβάνοντες αὑτοὺς νικήσειν τοῖς δικαίοις, καθάπερ ἐν ταῖς πρὸ ταύτης βύβλοις περὶ τούτων δεδηλώκαμεν,
但是,在迦太基人平息了前述的骚乱之后,罗马人向他们宣战,起初他们准备屈从于一切条件,因为他们认为自己会凭借正义而获胜,正如我们在本书之前的各卷中对这些事情所作的阐明那样。
§3.10.2ὧν χωρὶς οὐχ οἷόν τʼ ἦν συμπεριενεχθῆναι δεόντως οὔτε τοῖς νῦν λεγομένοις οὔτε τοῖς μετὰ ταῦτα ῥηθησομένοις ὑφʼ ἡμῶν.
若不了解这些,无论是对于我们现在所说的,还是对于我们此后将要说的话,都无法做到妥当的理解。
§3.10.3πλὴν οὐκ ἐντρεπομένων τῶν Ῥωμαίων, εἴξαντες τῇ περιστάσει καὶ βαρυνόμενοι μέν, οὐκ ἔχοντες δὲ ποιεῖν οὐδὲν ἐξεχώρησαν Σαρδόνος, συνεχώρησαν δʼ εἰσοίσειν ἄλλα χίλια καὶ διακόσια τάλαντα πρὸς τοῖς πρότερον ἐφʼ ᾧ μὴ τὸν πόλεμον ἐκείνοις ἀναδέξασθαι τοῖς καιροῖς.
然而,由于罗马人不予理会,他们只得屈服于局势,虽然感到沉重,但因无能为力而撤出了撒丁岛,并同意在先前的数额之外再支付一千二百塔兰同,条件是在当时不承受这场战争。
§3.10.4διὸ καὶ δευτέραν, μεγίστην δὲ ταύτην θετέον αἰτίαν τοῦ μετὰ ταῦτα συστάντος πολέμου.
因此,这必须被视为其后爆发的战争的第二原因,而且是最大的原因。
§3.10.5Ἀμίλκας γὰρ προσλαβὼν τοῖς ἰδίοις θυμοῖς τὴν ἐπὶ τούτοις ὀργὴν τῶν πολιτῶν, ὡς θᾶττον τοὺς ἀποστάντας τῶν μισθοφόρων καταπολεμήσας ἐβεβαίωσε τῇ πατρίδι τὴν ἀσφάλειαν, εὐθέως ἐποιεῖτο τὴν ὁρμὴν ἐπὶ τὰ κατὰ τὴν Ἰβηρίαν πράγματα, σπουδάζων ταύτῃ χρήσασθαι παρασκευῇ πρὸς τὸν κατὰ Ῥωμαίων πόλεμον.
因为哈米尔卡将公民们对这些事件的愤怒融入到自己的义愤之中,在击败叛变的雇佣兵、为祖国确立了安全之后,他立即将矛头指向西班牙的事务,急于将此处的整备用作对罗马人战争的准备。
ἣν δὴ καὶ τρίτην αἰτίαν νομιστέον, §3.10.6λέγω δὲ τὴν εὔροιαν τῶν κατʼ Ἰβηρίαν πραγμάτων Καρχηδονίοις.
这确实必须被视为第三个原因,也就是迦太基人在西班牙事务上的顺利进展。
ταύταις γὰρ ταῖς χερσὶ πιστεύσαντες εὐθαρσῶς ἐνέβησαν εἰς τὸν προειρημένον πόλεμον.
因为他们信任这些实力,才信心百倍地投入了前述的战争。
§3.10.7ὅτι δʼ Ἀμίλκας πλεῖστα μὲν συνεβάλετο πρὸς τὴν σύστασιν τοῦ δευτέρου πολέμου, καίπερ τετελευτηκὼς ἔτεσι δέκα πρότερον τῆς καταρχῆς αὐτοῦ, πολλὰ μὲν ἂν εὕροι τις εἰς τοῦτο· σχεδὸν δὲ πρὸς
至于哈米尔卡对第二次战争的爆发作出了最大的贡献,尽管他在战争开始前十年就已经去世,人们可以为此找到许多证据;而几乎所有……

词汇与语法注释

  1. 3.10.1μετὰ τὸ καταλύσασθαι Καρχηδονίους τὴν προειρημένην ταραχὴν — 介词 μετά 与中性单数宾格的冠词不定式 τὸ καταλύσασθαι 连用的结构。宾格的 Καρχηδονίους 是该不定式的逻辑主语,而 τὴν προειρημένην ταραχὴν 是其宾语,意为“在迦太基人平息了前述的骚乱之后”。
  2. 3.10.2ὧν χωρὶς — 关系代词 ὧν(中性复数属格)指代前文及前几卷中所述的整体历史事实(τούτων)。被动不定式 συμπεριενεχθῆναι 在此意为“顺应”或“妥当理解”叙事与事件的发展。
  3. 3.10.3ἐφʼ ᾧ μὴ τὸν πόλεμον ἐκείνοις ἀναδέξασθαι τοῖς καιροῖς — 介词短语 ἐφ' ᾧ 引导不定式表示条件(“在……的条件下”),否定词使用 μή。此处意为“在当时不承受(即避免)与罗马人发生战争的条件下”。

引用这一段

波利比奥斯, 历史 §3.10.1-3.10.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.10.1-3.10.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。