Humanitext Reader

波利比奥斯 · 历史 §3.87.1-3.87.9

汉尼拔休整军队与独裁官法比乌斯就任

第 246 段,共 1311 段 · 希腊语

内容简介

汉尼拔在富庶的亚得里亚海沿岸休整军队与战马,并用罗马战利品重新武装利比亚兵。与此同时,罗马人任命了拥有全权的独裁官昆图斯·法比乌斯,以及作为其副手的骑兵长官马尔库斯·米努基乌斯。

§3.87.1ϋπάρχον αὐτῷ μῖσος ἔμφυτον πρὸς Ῥωμαίους.
……这是因为他对罗马人有着预先存在的、根深蒂固的仇恨。
ἐν ᾧ καιρῷ καταστρατοπεδεύσας παρὰ τὸν Ἀδρίαν ἐν χώρᾳ πρὸς πάντα τὰ γεννήματα διαφερούσῃ μεγάλην ἐποιεῖτο σπουδὴν ὑπὲρ τῆς ἀναλήψεως καὶ θεραπείας τῶν ἀνδρῶν, οὐχ ἧττον δὲ καὶ τῶν ἵππων.
此时,他在亚得里亚海沿岸一个各种物产都极为丰富的地区安营扎寨,不仅极力使士兵们恢复健康和得到治疗,对战马也同样如此。
§3.87.2ὡς ἂν γὰρ ὑπαίθρου τῆς παραχειμασίας γεγενημένης ἐν τοῖς κατὰ Γαλατίαν τόποις, ὑπό τε τοῦ ψύχους καὶ τῆς ἀνηλειψίας, ἔτι δὲ τῆς μετὰ ταῦτα διὰ τῶν ἑλῶν πορείας καὶ ταλαιπωρίας ἐπεγεγόνει σχεδὸν ἅπασι τοῖς ἵπποις, ὁμοίως δὲ καὶ τοῖς ἀνδράσιν ὁ λεγόμενος λιμόψωρος καὶ τοιαύτη καχεξία.
因为在高卢地区的冬营是在露天进行的,由于寒冷和缺乏油脂涂抹,加之随后通过沼泽的进军和折磨,几乎所有的马谱和士兵都患上了所谓的疥癣,身体极度虚弱。
§3.87.3διὸ γενόμενος ἐγκρατὴς χώρας εὐδαίμονος ἐσωματοποίησε μὲν τοὺς ἵππους, ἀνεκτήσατο δὲ τά τε σώματα καὶ τὰς ψυχὰς τῶν στρατιωτῶν· μετακαθώπλισε δὲ τοὺς Λίβυας εἰς τὸν Ῥωμαϊκὸν τρόπον ἐκλεκτοῖς ὅπλοις, ὡς ἂν γεγονὼς κύριος τοσούτων σκύλων.
因此,在占领了这片富饶的土地后,他使战马恢复了体魄,并使士兵们的身心得到了恢复;由于夺取了如此之多的战利品,他还用精选的武器将利比亚士兵重新武装成罗马样式。
§3.87.4ἐξαπέστειλε δὲ κατὰ θάλατταν ἐν τῷ καιρῷ τούτῳ καὶ τοὺς διασαφήσοντας εἰς τὴν Καρχηδόνα περὶ τῶν γεγονότων· τότε γὰρ πρῶτον ἥψατο θαλάττης, ἀφʼ οὗ τὴν εἰσβολὴν ἐποιήσατο τὴν εἰς Ἰταλίαν.
在此期间,他还派人由海路前往迦太基报告所发生的事情;因为这是他自入侵意大利以来,第一次到达海边。
§3.87.5ἐφʼ οἷς ἀκούσαντες μεγαλείως ἐχάρησαν οἱ Καρχηδόνιοι καὶ πολλὴν ἐποιοῦντο σπουδὴν καὶ πρόνοιαν ὑπὲρ τοῦ κατὰ πάντα τρόπον ἐπικουρεῖν καὶ τοῖς ἐν Ἰταλίᾳ καὶ τοῖς ἐν Ἰβηρίᾳ πράγμασι.
迦太基人听闻这些消息后欢欣鼓舞,并极力准备和策划以各种方式支持他们在意大利和伊比利亚的事业。
§3.87.6Ῥωμαῖοι δὲ δικτάτορα μὲν κατέστησαν Κόιντον Φάβιον, ἄνδρα καὶ φρονήσει διαφέροντα καὶ πεφυκότα καλῶς.
罗马人则任命昆图斯·法比乌斯为独裁官,他是一位智谋超群且天赋异禀的人。
ἔτι γοῦν ἐπεκαλοῦντο καὶ καθʼ ἡμᾶς οἱ ταύτης τῆς οἰκίας Μάξιμοι, τοῦτο δʼ ἔστι μέγιστοι, διὰ τὰς ἐκείνου τἀνδρὸς ἐπιτυχίας καὶ πράξεις.
事实上,直到我们的时代,这个家族的人仍被称为“马克西穆斯”,即“最伟大者”,这正是因为那个人的成功与功绩。
§3.87.7ὁ δὲ δικτάτωρ ταύτην ἔχει τὴν διαφορὰν τῶν ὑπάτων· τῶν μὲν γὰρ ὑπάτων ἑκατέρῳ δώδεκα πελέκεις ἀκολουθοῦσι, §3.87.8τούτῳ δʼ εἴκοσι καὶ τέτταρες, κἀκεῖνοι μὲν ἐν πολλοῖς προσδέονται τῆς συγκλήτου πρὸς τὸ συντελεῖν τὰς ἐπιβολάς, οὗτος δʼ ἔστιν αὐτοκράτωρ στρατηγός, οὗ κατασταθέντος παραχρῆμα διαλύεσθαι συμβαίνει πάσας τὰς ἀρχὰς ἐν τῇ Ῥώμῃ πλὴν τῶν δημάρχων.
独裁官与执政官有如下区别:每位执政官有十二名手持扈从斧的侍从跟随,而独裁官则有二十四名;此外,执政官在许多事情上都需要元老院来执行其计划,而独裁官则是拥有全权的统帅,一旦他被任命,罗马除护民官外的一切官职便会立即中止。
§3.87.9οὐ μὴν ἀλλὰ περὶ μὲν τούτων ἐν ἄλλοις ἀκριβεστέραν ποιησόμεθα τὴν διαστολήν.
不过,我们将在其他地方对这些问题作更精确的区分。
ἅμα δὲ τῷ δικτάτορι κατέστησαν ἱππάρχην Μάρκον Μινύκιον.
在任命独裁官的同时,他们还任命了马尔库斯·米努基乌斯为骑兵长官。
οὗτος δὲ τέτακται μὲν ὑπὸ τὸν αὐτοκράτορα, γίνεται δʼ οἱονεὶ διάδοχος τῆς ἀρχῆς ἐν τοῖς ἐκείνου περισπασμοῖς.
他隶属于全权统帅,但在后者因故分身乏术时,便成为其职务的代理人。

词汇与语法注释

  1. §3.87.1ϋπάρχον — 与前一章末尾的 `διὰ τὸ προ` 相连,整体构成介词短语 `διὰ τὸ προϋπάρχον αὐτῷ μῖσος ἔμφυτον`(因为他内心早已存在的、根深蒂固的仇恨)。`προϋπάρχον` 是限定用法的属性分词(中性单数宾格),修饰名词 `μῖσος`,并受带冠词 `τό` 的介词 `διά` 支配。
  2. §3.87.2ὡς ἂν γὰρ ὑπαίθρου τῆς παραχειμασίας γεγενημένης — 连词 `ὡς ἄν` 后接属格独立结构(`ὑπαίθρου τῆς παραχειμασίας γεγενημένης`)。`ὡς ἄν` 为原因赋予了主观或假设的语气(“似乎是因为……”)。形容词 `ὑπαίθρου` 以表语方式与分词 `γεγενημένης` 连用,意为“由于冬营是在露天进行的”。
  3. §3.87.3ὡς ἂν γεγονὼς κύριος — 语助词组合 `ὡς 助` 与主格分词 `γεγονώς`(指代主句主语汉尼拔)结合,表示主观的原因(“因为成为了……的主人”)。
  4. §3.87.8οὗ κατασταθέντος — 使用关系代词属格 `οὗ`(先行词为前句的 `οὗτος`“独裁官”)的属格独立结构,配合不定过去时被动分词 `κατασταθέντος`。表示时间或条件(“一旦他被任命,便立即……”)。

引用这一段

波利比奥斯, 历史 §3.87.1-3.87.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.87.1-3.87.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。