§3.88.1Ἀννίβας δὲ κατὰ βραχὺ μεταθεὶς τὴν παρεμβολὴν ἐνδιέτριβε τῇ παρὰ τὸν Ἀδρίαν χώρᾳ καὶ τοὺς μὲν ἵππους ἐκλούων τοῖς παλαιοῖς οἴνοις διὰ τὸ πλῆθος ἐξεθεράπευσε τὴν καχεξίαν αὐτῶν καὶ τὴν ψώραν,
另一方面,汉尼拔逐步移动营地,在亚得里亚海沿岸地区逗留;因有大量的陈酒,他便用陈酒清洗战马,治好了它们的虚弱与疥癣。
§3.88.2παραπλησίως δὲ καὶ τῶν ἀνδρῶν τοὺς μὲν τραυματίας ἐξυγίασε, τοὺς δὲ λοιποὺς εὐέκτας παρεσκεύασε καὶ προθύμους εἰς τὰς ἐπιφερομένας χρείας.
同样,在士兵之中,他使伤员痊愈,并使其余的人恢复了体力,准备好热切地投入接下来的任务。
§3.88.3διελθὼν δὲ καὶ καταφθείρας τήν τε Πραιτεττιανὴν καὶ τὴν Ἀδριανὴν ἔτι δὲ τὴν Μαρρουκίνην καὶ Φρεντανὴν χώραν ὥρμησε ποιούμενος τὴν πορείαν εἰς τὴν Ἰαπυγίαν.
在穿过并破坏了普雷图蒂亚、阿德里亚、以及马鲁基纳和弗伦塔纳的领地后,他便动身向雅皮吉亚进军。
§3.88.4ἧς διῃρημένης εἰς τρεῖς ὀνομασίας, καὶ τῶν μὲν προσαγορευομένων Δαυνίων, τῶν δὲ Πευκετίων, τῶν δὲ Μεσσαπίων, εἰς πρώτην ἐνέβαλε τὴν Δαυνίαν.
这一地区被分为三个名称,分别称为达乌尼亚人、培乌凯蒂亚人和梅萨皮亚人,他侵入了其中的第一个地区,即达乌尼亚。
§3.88.5ἀρξάμενος δὲ ταύτης ἀπὸ Λουκαρίας, οὔσης ἀποικίας Ῥωμαίων, ἐπόρθει τὴν χώραν.
他从作为罗马殖民地的卢凯里亚开始,对该地区进行掠夺。
§3.88.6μετὰ δὲ ταῦτα καταστρατοπεδεύσας περὶ τὸ καλούμενον Οἰβώνιον ἐπέτρεχε τὴν Ἀργυριππανὴν καὶ πᾶσαν ἀδεῶς ἐλεηλάτει τὴν Δαυνίαν.
此后,他在一个叫作维博尼乌斯的地方附近扎营,横扫阿尔吉里帕的领土,毫无畏惧地劫掠了整个达乌尼亚。
§3.88.7ἐν ᾧ καιρῷ καὶ Φάβιος μετὰ τὴν κατάστασιν θύσας τοῖς θεοῖς ἐξώρμησε μετὰ τοῦ συνάρχοντος καὶ τῶν ἐκ τοῦ καιροῦ καταγραφέντων τεττάρων στρατοπέδων.
在此时,法比乌斯在就职并向神明献祭之后,也与他的同僚以及为应对时局而临时征召的四个军团一同出发。
§3.88.8συμμίξας δὲ ταῖς ἀπʼ Ἀριμίνου βοηθούσαις δυνάμεσι περὶ τὴν Ναρνίαν, Γνάιον μὲν τὸν ὑπάρχοντα στρατηγὸν ἀπολύσας τῆς κατὰ γῆν στρατείας ἐξαπέστειλε μετὰ παραπομπῆς εἰς τὴν Ῥώμην, ἐντειλάμενος, ἐάν τι κατὰ θάλατταν κινῶνται Καρχηδόνιοι, βοηθεῖν ἀεὶ τοῖς ὑποπίπτουσι καιροῖς,
他在纳尔尼亚附近与从阿里米努姆前来增援的部队会合后,解除了现任执政官格奈乌斯的陆上军事指挥权,并派护卫将他送回罗马,指示他如果迦太基人在海上有什么动静,应随时根据出现的情况予以援助。
§3.88.9αὐτὸς δὲ μετὰ τοῦ συνάρχοντος παραλαβὼν τὰς δυνάμεις ἀντεστρατοπέδευσε τοῖς Καρχηδονίοις περὶ τὰς Αἴκας καλουμένας, ἀπέχων τῶν πολεμίων περὶ πεντήκοντα στα
他自己与同僚一同接管了军队,在叫作埃凯的地方附近与迦太基人对峙安营,距离敌人约五十斯