Humanitext Reader

波利比奥斯 · 历史 §3.86.1-3.86.11

马哈尔巴击溃罗马骑兵与罗马的危机

第 245 段,共 1311 段 · 希腊语

内容简介

执政官塞维里乌斯派遣的罗马先遣骑兵被马哈尔巴率领的迦太基军队重创,罗马陷入更深的恐慌中并被迫采取紧急措施,而汉尼拔则向亚得里亚海方向进军并沿途掠夺。

§3.86.1κατὰ δὲ τοὺς τῆς μάχης καιροὺς Γνάιος Σερουίλιος ὁ προκαθήμενος ὕπατος ἐπὶ τῶν κατʼ Ἀρίμινον τόπων — §3.86.2οὗτοι δʼ εἰσὶν ἐπὶ τῆς παρὰ τὸν Ἀδρίαν πλευρᾶς, οὗ συνάπτει τὰ Γαλατικὰ πεδία πρὸς τὴν ἄλλην Ἰταλίαν, οὐ μακρὰν τῆς εἰς θάλατταν ἐκβολῆς τῶν τοῦ Πάδου στομάτων — §3.86.3ἀκούσας εἰσβεβληκότα τὸν Ἀννίβαν εἰς Τυρρηνίαν ἀντιστρατοπεδεύειν τῷ Φλαμινίῳ, πᾶσι μὲν ἐπεβάλετο τοῖς στρατοπέδοις αὐτὸς συνάπτειν, ἀδυνατῶν δὲ διὰ τὸ τῆς στρατιᾶς βάρος Γάιον Κεντήνιον κατὰ σπουδὴν δοὺς τετρακισχιλίους ἱππεῖς προεξαπέστειλε, βουλόμενος, εἰ δέοινθʼ οἱ καιροί, πρὸ τῆς αὑτοῦ παρουσίας τούτους καταταχεῖν.
在战役发生之时,驻守在阿里米努姆地区的执政官格奈乌斯·塞维里乌斯—— 此地位于亚得里亚海沿岸,即高卢平原与意大利其余部分接壤之处,离波河注入大海的河口不远—— 听说汉尼拔已入侵伊特鲁里亚并在弗拉米尼乌斯对面驻营,他企图亲自率领全部军队与其会合,但由于军队行动迟缓而无法做到,于是急忙派盖乌斯·肯特尼乌斯率领四千骑兵先行出发,希望在情势需要时,这些骑兵能在自己抵达之前赶到。
§3.86.4Ἀννίβας δέ, μετὰ τὴν μάχην προσαγγελθείσης αὐτῷ τῆς τῶν ὑπεναντίων βοηθείας, ἐξαποστέλλει Μαάρβαν ἔχοντα τοὺς λογχοφόρους καί τι μέρος τῶν ἱππέων.
另一方面,汉尼拔在战斗结束后得知敌方援军的消息,便派出了带有长枪兵及一部分骑兵的马哈尔巴。
§3.86.5οἳ καὶ συμπεσόντες τοῖς περὶ τὸν Γάιον ἐν αὐτῇ μὲν τῇ πρώτῃ συμπλοκῇ σχεδὸν τοὺς ἡμίσεις αὐτῶν διέφθειραν, τοὺς δὲ λοιποὺς εἴς τινα λόφον συνδιώξαντες τῇ κατὰ πόδας ἡμέρᾳ πάντας ἔλαβον ὑποχειρίους.
他们与盖乌斯一行人交战,在第一轮交锋中就歼灭了对方近半数,并将其余的人逼上了一座山丘,于次日将他们全部俘获。
§3.86.6ἐν δὲ τῇ Ῥώμῃ, τριταίας οὔσης τῆς κατὰ τὴν μάχην προσαγγελίας, καὶ μάλιστα τότε τοῦ πάθους κατὰ τὴν πόλιν ὡσανεὶ φλεγμαίνοντος, ἐπιγενομένης καὶ ταύτης τῆς περιπετείας οὐ μόνον τὸ πλῆθος, ἀλλὰ καὶ τὴν σύγκλητον αὐτὴν συνέβη διατραπῆναι.
在罗马,关于战役的报告传来才第三天,全城正处于因那次打击而如同发炎般的极度恐慌之中,这一新灾难的接踵而至,不仅使平民,甚至连元老院本身也陷入了混乱。
§3.86.7διὸ καὶ παρέντες τὴν κατʼ ἐνιαυτὸν ἀγωγὴν τῶν πραγμάτων καὶ τὴν αἵρεσιν τῶν ἀρχόντων μειζόνως ἐπεβάλοντο βουλεύεσθαι περὶ τῶν ἐνεστώτων, νομίζοντες αὐτοκράτορος δεῖσθαι στρατηγοῦ τὰ πράγματα καὶ τοὺς περιεστῶτας καιρούς.
因此,他们搁置了每年的国务管理和官吏选举,决定对眼前的局势进行更重大的商讨,认为国家大事和当前的重重危机需要一位拥有全权的统帅。
§3.86.8Ἀννίβας δὲ κατατεθαρρηκὼς τοῖς ὅλοις ἤδη τὸ μὲν συνεγγίζειν τῇ Ῥώμῃ κατὰ τὸ παρὸν ἀπεδοκίμασεν, τὴν δὲ χώραν ἐπιπορευόμενος ἀδεῶς ἐπόρθει, ποιούμενος τὴν πορείαν ὡς ἐπὶ τὸν Ἀδρίαν.
此时,汉尼拔对全局已充满信心,他决定暂时不接近罗马,而是毫无顾忌地纵兵穿过该地区进行掠夺,并向亚得里亚海方向进军。
§3.86.9διανύσας τε τήν τε τῶν Ὄμβρων καλουμένην χώραν καὶ τὴν τῶν Πικέντων ἧκεν δεκαταῖος πρὸς τοὺς κατὰ τὸν Ἀδρίαν τόπους,
他穿过了被称为翁布里亚的地区以及皮克努姆地区,于第十天抵达亚得里亚海沿岸地区。
§3.86.10πολλῆς μὲν λείας γεγονὼς ἐγκρατής, ὥστε μήτʼ ἄγειν μήτε φέρειν δύνασθαι τὸ στρατόπεδον τὰς ὠφελείας, πολὺ δὲ πλῆθος ἀνθρώπων ἀπεκταγκὼς κατὰ τὴν δίοδον·
他夺取了如此之多的战利品,以至于军队既无法赶走也无法运走这些物资,并且在沿途杀死了大量的人。
§3.86.11καθάπερ γὰρ ἐν ταῖς τῶν πόλεων καταλήψεσι, καὶ τότε παράγγελμά τι δεδομένον ἦν φονεύειν τοὺς ὑποπίπτοντας τῶν ἐν ταῖς ἡλικίαις.
因为就像在占领城市时一样,当时也下达了杀害所有落入他们手中的适龄服役青年的命令。
ταῦτα δʼ ἐποίει διὰ τὸ προ
他这样做是因为……

词汇与语法注释

  1. §3.86.1Γνάιος Σερουίλιος ὁ προκαθήμενος ὕπατος — 主语“Γνάιος Σερουίλιος”与位于 §3.86.3 的主动词“ἐπεβάλετο”和“προεξαπέστειλε”之间被 §3.86.2 的长插入语和数个分词隔开,构成了破格句(无宾主句)的长句结构。
  2. §3.86.3εἰ δέοινθʼ οἱ καιροί — 条件从句中的祈愿语气动词“δέοιντο”表示从过去时态的主句动词“προεξαπέστειλε”来看,在过去时间点上的一种主观未来的可能性。
  3. §3.86.6τριταίας οὔσης τῆς κατὰ τὴν μάχην προσαγγελίας — 属格独立结构。形容词“τριταῖος”在表语意义上表示时间关系,意为关于战役的报告传来“才第三天”。
  4. §3.86.10ὥστε μήτʼ ἄγειν μήτε φέρειν δύνασθαι — “ὥστε” + 不定式(结果从句)。这里套用了惯用语“ἄγειν καὶ φέρειν”(掠夺,字面意为赶走家畜并运走财物),以此形容战利品之多导致军队甚至无法运送的物理困境。
  5. §3.86.11τοὺς ὑποπίπτοντας τῶν ἐν ταῖς ἡλικίαις — 分词“τοὺς ὑποπίπτοντας”(落入手中之人)受到部分属格“τῶν ἐν ταῖς ἡλικίαις”(适龄服役青年)的修饰,意为“在适龄服役者中被捕获的人”。

引用这一段

波利比奥斯, 历史 §3.86.1-3.86.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.86.1-3.86.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。