Humanitext Reader

波利比奥斯 · 历史 §3.7.1-3.7.7

罗马战争起因的实例与探究起因的意义

第 166 段,共 1311 段 · 希腊语

内容简介

波利比乌斯延续前文,区分了对罗马人战争的原因、借口和起点。他强调,正如医生必须了解疾病的原因一样,对于实务家来说,探求事物的起因同样至关重要。

§3.7.1Ἀλεξάνδρου διάβασιν εἰς τὴν Ἀσίαν.
[应当将]亚历山大渡海进入亚洲[视为起点]。
καὶ μὴν τοῦ κατʼ Ἀντίοχον καὶ Ῥωμαίους δῆλον ὡς αἰτίαν μὲν τὴν Αἰτωλῶν ὀργὴν θετέον.
此外,关于安条克与罗马人之间的战争,显然应当将埃托利亚人的愤怒视为原因。
§3.7.2ἐκεῖνοι γὰρ δόξαντες ὑπὸ Ῥωμαίων ὠλιγωρῆσθαι κατὰ πολλὰ περὶ τὴν ἔκβασιν τὴν ἐκ τοῦ Φιλίππου πολέμου, καθάπερ ἐπάνω προεῖπον, οὐ μόνον Ἀντίοχον ἐπεσπάσαντο, πᾶν δὲ καὶ πρᾶξαι καὶ παθεῖν ὑπέστησαν διὰ τὴν ἐπιγενομένην ὀργὴν ἐκ τῶν προειρημένων καιρῶν.
因为他们认为自己在与腓力的战争结局中,在许多方面被罗马人轻视了(正如我上面所说),所以不仅拉拢了安条克,而且由于前述时期产生的愤怒,他们甚至甘愿做出并承受任何事情。
§3.7.3πρόφασιν δʼ ἡγητέον τὴν τῶν Ἑλλήνων ἐλευθέρωσιν, ἣν ἐκεῖνοι περιπορευόμενοι μετʼ Ἀντιόχου τὰς πόλεις ἀλόγως καὶ ψευδῶς κατήγγελλον, ἀρχὴν δὲ τοῦ πολέμου τὸν Ἀντιόχου κατάπλουν εἰς Δημητριάδα.
而应当将希腊人的解放视为借口,那是他们与安条克一同周游各城市时,荒谬且虚伪地宣称的;而将战争的起点视为安条克在德米特里阿斯的登陆。
§3.7.4ἐγὼ δὲ τὴν ἐπὶ πλεῖον διαστολὴν πεποίημαι περὶ τούτων οὐχ ἕνεκα τῆς τῶν συγγραφέων ἐπιτιμήσεως, χάριν δὲ τῆς τῶν φιλομαθούντων ἐπανορθώσεως.
我之所以对这些事情进行更详细的区分,并非为了指责那些历史学家,而是为了让求知者得到纠正。
§3.7.5τί γὰρ ὄφελος ἰατροῦ κάμνουσιν ἀγνοοῦντος τὰς αἰτίας τῶν περὶ τὰ σώματα διαθέσεων;
因为,如果医生不知道身体病症的原因,对于病人又有何用?
τί δʼ ἀνδρὸς πραγματικοῦ μὴ δυναμένου συλλογίζεσθαι πῶς καὶ διὰ τί καὶ πόθεν ἕκαστα τῶν πραγμάτων τὰς ἀφορμὰς εἴληφεν;
而如果一个实务家不能推算每件事是如何、为何以及从何处获得其起因的,他又有什么用呢?
§3.7.6οὔτε γὰρ ἐκεῖνον εἰκὸς οὐδέποτε δεόντως συστήσασθαι τὰς τῶν σωμάτων θεραπείας, οὔτε τὸν πραγματικὸν οὐδὲν οἷόν τε κατὰ τρόπον χειρίσαι τῶν προσπιπτόντων ἄνευ τῆς τῶν προειρημένων ἐπιγνώσεως.
因为前者绝不可能妥善地制定身体的治疗方法,而实务家若不认识前述的事物,也不可能以妥当的方式处理任何发生的事情。
§3.7.7διόπερ οὐδὲν οὕτω φυλακτέον καὶ ζητητέον ὡς τὰς αἰτίας ἑκάστου τῶν συμβαινόντων, ἐπειδὴ φύεται μὲν ἐκ τῶν τυχόντων πολλάκις τὰ μέγιστα τῶν πραγμάτων, ἰᾶσθαι δὲ ῥᾷστόν ἐστιν παντὸς τὰς πρώτας ἐπιβολὰς καὶ διαλήψεις.
因此,没有任何事情比探求和防范每一个发生之事的“原因”更为重要,因为最伟大的事往往产生于偶然的事件,而在一切事物中,最容易应对的是最初的企图和决定。

词汇与语法注释

  1. §3.7.1Ἀλεξάνδρου — 紧接前章末尾(§3.6.14)不完整的短语“ἀρχὴν δὲ τὴν”(而起点是……)的宾格。句法上需要补出前文的动词“ἡγητέον”(应当视为)来理解。
  2. §3.7.1τοῦ κατʼ Ἀντίοχον — 冠词“τοῦ”后面省略了名词“πολέμου”(战争)。该属格短语用作限定或关于的属格(“至于……的战争”),或修饰“αἰτίαν”。
  3. §3.7.2δόξαντες — 不定过去时分词,带不定式“ὠλιγωρῆσθαι”(被轻视)。既可理解为主动/中动意义的“(他们自己)认为(被轻视)”,也可理解为被动意义的“(在他人看来)似乎(被轻视)”。
  4. §3.7.5τί γὰρ ὄφελος ἰατροῦ κάμνουσιν — 名词“ὄφελος”(益处)与与格“κάμνουσιν”(对病人)连用,表示“对病人有什么用”。而属格“ἰατροῦ”则由分词“ἀγνοοῦντος”(不知道)修饰,说明是何种医生的无用。

引用这一段

波利比奥斯, 历史 §3.7.1-3.7.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.7.1-3.7.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。