Humanitext Reader

波利比奥斯 · 历史 §3.72.1-3.72.13

罗马军强渡特雷比亚河与两军布阵

第 231 段,共 1311 段 · 希腊语

内容简介

提贝里乌斯因前一日的成功而意气风发,命令罗马军队在寒冬中空腹渡过特雷比亚河出击,导致士兵疲惫不堪。与之相反,汉尼拔让休整充足的迦太基军队严阵以待并展开了周密的部署,双方随即进入决战态势。

§3.72.1ὁ δὲ Τεβέριος ἅμα τῷ συνιδεῖν ἐγγίζοντας τοὺς Νομαδικοὺς ἱππεῖς παραυτίκα μὲν αὐτὴν τὴν ἵππον ἐξαπέστελλε, προστάξας ἔχεσθαι καὶ συμπλέκεσθαι τοῖς πολεμίοις.
提贝里乌斯一见努米底亚骑兵逼近,便立即派出自己的骑兵,命令他们紧贴敌人并与他们交战。
§3.72.2ἑξῆς δὲ τούτοις ἐξέπεμπε τοὺς πεζακοντιστὰς εἰς ἑξακισχιλίους· ἐκίνει δὲ καὶ τὴν λοιπὴν δύναμιν ἐκ τοῦ χάρακος, ὡς ἐξ ἐπιφανείας κριθησομένων τῶν ὅλων, ἐπαιρόμενος τῷ τε πλήθει τῶν ἀνδρῶν καὶ τῷ γεγονότι τῇ προτεραίᾳ περὶ τοὺς ἱππεῖς εὐημερήματι.
紧接着,他派出了大约六千名标枪兵;并且他还将剩余的兵力调出营垒,仿佛整个局势都要公开决战一般,他因手下人数众多以及前一天骑兵所取得的成功而意气风发。
§3.72.3οὔσης δὲ τῆς ὥρας περὶ χειμερινὰς τροπὰς καὶ τῆς ἡμέρας νιφετώδους καὶ ψυχρᾶς διαφερόντως, τῶν δʼ ἀνδρῶν καὶ τῶν ἵππων σχεδὸν ὡς εἰπεῖν ἁπάντων ἀναρίστων ἐκπεπορευμένων, τὸ μὲν πρῶτον ὁρμῇ καὶ προθυμίᾳ περιῆν τὸ πλῆθος·
此时正值冬至时节,天气格外寒冷且大雪纷飞,加之几乎所有的士兵和马匹可以说都是空腹出击,因此起初士兵们还充满斗志和热情。
§3.72.4ἐπιγενομένης δὲ τῆς τοῦ Τρεβία ποταμοῦ διαβάσεως, καὶ προσαναβεβηκότος τῷ ῥεύματι διὰ τὸν ἐν τῇ νυκτὶ γενόμενον ἐν τοῖς ὑπὲρ τὰ στρατόπεδα τόποις ὄμβρον, μόλις ἕως τῶν μασθῶν οἱ πεζοὶ βαπτιζόμενοι διέβαινον·
然而,紧接着渡过特雷比亚河时,由于夜间在营地上游地区降下暴雨,河水已经上涨,步兵们几乎被淹至胸部,艰难地渡了过去。
§3.72.5ἐξ ὧν ἐκακοπάθει τὸ στρατόπεδον ὑπό τε τοῦ ψύχους καὶ τῆς ἐνδείας, ὡς ἂν ἤδη καὶ τῆς ἡμέρας προβαινούσης.
结果,随着白昼的推移,军队因寒冷和饥饿而遭受了极大的痛苦。
§3.72.6οἱ δὲ Καρχηδόνιοι κατὰ σκηνὰς βεβρωκότες καὶ πεπωκότες καὶ τοὺς ἵππους ἡτοιμακότες ἠλείφοντο καὶ καθωπλίζοντο περὶ τὰ πυρὰ πάντες.
与此同时,迦太基人在各自的帐篷里吃饱喝足,备好马匹,大家都在篝火旁涂抹油脂并披挂整齐。
§3.72.7Ἀννίβας δὲ τὸν καιρὸν ἐπιτηρῶν ἅμα τῷ συνιδεῖν διαβεβηκότας τοὺς Ῥωμαίους τὸν ποταμὸν προβαλόμενος ἐφεδρείαν τοὺς λογχοφόρους καὶ Βαλιαρεῖς, ὄντας εἰς ὀκτακισχιλίους, ἐξῆγε τὴν δύναμιν.
汉尼拔一直在窥伺时机,一见罗马人渡过河去,便派出约八千名轻盾兵和巴利阿里兵作为前卫,随后率领主力部队出击。
§3.72.8καὶ προαγαγὼν ὡς ὀκτὼ στάδια πρὸ τῆς στρατοπεδείας τοὺς μὲν πεζοὺς ἐπὶ μίαν εὐθεῖαν παρενέβαλε, περὶ δισμυρίους ὄντας τὸν ἀριθμόν, Ἴβηρας καὶ Κελτοὺς καὶ Λίβυας, §3.72.9τοὺς δʼ ἱππεῖς διελὼν ἐφʼ ἑκάτερον παρέστησε τὸ κέρας, πλείους ὄντας μυρίων σὺν τοῖς παρὰ τῶν Κελτῶν συμμάχοις, τὰ δὲ θηρία μερίσας πρὸ τῶν κεράτων διʼ ἀμφοτέρων προεβάλετο.
他将部队带到营垒前方约八斯塔德处,将大约两万名由伊比利亚人、凯尔特人和利比亚人组成的步兵排成一条直线,同时将一万多名骑兵(包括凯尔特盟军)一分为二部署在两翼,并将战象分配部署在两翼的前方。
§3.72.10Τεβέριος δὲ κατὰ τὸν αὐτὸν καιρὸν τοὺς μὲν ἱππεῖς ἀνεκαλεῖτο, θεωρῶν οὐκ ἔχοντας ὅ,τι χρήσονται τοῖς ὑπεναντίοις διὰ τὸ τοὺς Νομάδας ἀποχωρεῖν μὲν εὐχερῶς καὶ σποράδην, ἐπικεῖσθαι δὲ πάλιν ἐκ μεταβολῆς τολμηρῶς καὶ θρασέως· τὸ γὰρ τῆς Νομαδικῆς μάχης ἴδιόν ἐστι τοῦτο·
在同一时间,提贝里乌斯召回了骑兵,因为他看到骑兵面对敌人不知所措,因为努米底亚人易于分散退却,却又会突然反转,大胆而凶猛地发起进攻;因为这就是努米底亚战术的特点。
§3.72.11τοὺς δὲ πεζοὺς παρενέβαλε κατὰ τὰς εἰθισμένας παρʼ αὐτοῖς τάξεις, ὄντας τοὺς μὲν Ῥωμαίους εἰς μυρίους ἑξακισχιλίους, τοὺς δὲ συμμάχους εἰς δισμυρίους.
随后,他按照他们惯常的阵形部署了步兵,其中罗马人约一万六千名,盟军约两万名。
§3.72.12τὸ γὰρ τέλειον στρατόπεδον παρʼ αὐτοῖς πρὸς τὰς ὁλοσχερεῖς ἐπιβολὰς ἐκ τοσούτων ἀνδρῶν ἐστιν, ὅταν ὁμοῦ τοὺς ὑπάτους ἑκατέρους οἱ καιροὶ συνάγωσιν.
因为对他们而言,在局势使两位执政官联合行动时,用于大规模战役的完整正规军就是由这么多兵力组成的。
§3.72.13μετὰ δὲ ταῦτα τοὺς ἱππεῖς ἐφʼ ἑκάτερον θεὶς τὸ κέρας, ὄντας εἰς τετρακισχιλίους, ἐπῄει τοῖς ὑπεναντίοις σοβαρῶς, ἐν τάξει
此后,他将大约四千名骑兵部署在两翼,整顿队列,威风凛凛地向敌人推进。

词汇与语法注释

  1. 3.72.1ἔχεσθαι καὶ συμπλέκεσθαι τοῖς πολεμίοις — 动词 `ἔχεσθαι`(紧贴、追随)通常支配属格,但此处与支配与格的 `συμπλέκεσθαι`(交战)并列。因此,与格的 `τοῖς πολεμίοις` 被用作共同的宾语,而 `ἔχεσθαι` 所需的属格关系在句中被隐去并默认。
  2. 3.72.2ὡς ἐξ ἐπιφανείας κριθησομένων τῶν ὅλων — 带有前置词 `ὡς` 的将来被动分词属格绝对结构,表示主语提贝里乌斯的主观预期。`τῶν ὅλων` 是分词的主语,意为“全局、整个大势”,而 `ἐξ ἐπιφανείας` 作为副词短语,意为“公开地”或“一举决战地”。
  3. 3.72.3τῶν δʼ ἀνδρῶν καὶ τῶν ἵππων σχεδὸν ὡς εἰπεῖν ἁπάντων ἀναρίστων ἐκπεπορευμένων — 属格绝对结构,主语为 `τῶν ἀνδρῶν καὶ τῶν ἵππων`(“士兵与马匹”),由 `σχεδὸν ὡς εἰ配音 ἁπάντων`(“可以说几乎全部”)修饰,伴随完成时分词 `ἐκπεπορευμένων`。形容词 `ἀναρίστων` 作表语性使用,说明主语的状态,意为“在未吃早饭的情况下”。
  4. 3.72.10οὐκ ἔχοντας ὅ,τι χρήσονται τοῖς ὑπεναντίοις — 由 `οὐκ ἔχειν`(不知道该怎么办)引导的间接疑问从句。包含疑问代词 `ὅ,τι`,动词 `χρήσονται`(`χράομαι`“使用、对待”的将来直说发,或采取将来形式的商榷性虚拟语气)支配与格 `τοῖς ὑπεναντίοις`。整句意为“不知道该如何应对敌人”。

引用这一段

波利比奥斯, 历史 §3.72.1-3.72.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.72.1-3.72.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。